τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας ἀδελφῶν τε ἀδελφοῖς ὑμνούσῃ, καὶ ἄλλα τοιαῦτα· εἴπερ ὁ Πλάτων ταυτὰ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει παρασχεῖν ἄν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν, ὥσπερ τὸν
Σωκράτην. ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον 651 ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς δυνησόμενος , ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθηναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα καὶ κοάλεμον καὶ εἴ τις ἄλλος θεολογεῖ κακῶς, αὐτὸν δὲ τὸν Σωκράτην ἐπ’ αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῇ
ἐν ᾧπερ εἰωθότως ἤλεγχεν ἑκάστῳ προσο μίλων.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.