ἦ δ’ ὃς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ’ ἐγὼ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο ; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἶοί εἰσιν , ὥσπερ γραφεὺς μηδὲν ἐοικότα
γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γὰρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα ;
δρᾶσαι αὐτὸν Ἡσίοδος , ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ’ ἂν εἰ ἦν ἀληθῆ , ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ’ ἀνάγκη τις ἦν λέγειν,
δι’ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους , θυσαμένους οὐ χοῖρον , ἀλλά τι μέγα καὶ ἄπορον θῦμα , ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι.
ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ , ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. Οὐ μὰ τὸν Δία, ἦ δ’ ὃς, οὐδεαὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν.
παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται · οὔτε γὰρ ἀληθῆ · εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομί- 642 ζεῖν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν, ἀλλ’ εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης
ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἐστὶ τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς, καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις, καὶ b τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.
ὑπὸ πατρὸς, μέλλοντος τῇ μητρὶ ἀμύνειν τυπτομένῃ, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν , οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν.
ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ c 377 ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.
ἅττα ἐστὶ καὶ τίνες οἶ μῦθοι , τίνας ἂν φαῖμεν ; καὶ ἐγὼ εἶπον, ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε καὶ σὺ ἐν τῷ παρόντι, ἀλλ’ οἰκισταὶ πόλεως. οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητὰς, παρ’ οὓς ἐὰν ποιῶσιν οὐκ
d ἐπιτρεπτέον , οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους.
τε ἐν τραγῳδίᾳ. Δεῖ γάρ. Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω.
αἴτιον. Πῶς γάρ; Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; Ναί. Αἴτιον ἄρα εὐπραγίας ; Ναί.
ὡς οἶ πολλοὶ λέγουσιν, ἀλλ’ ὀλίγων τοῖς ἀνθρώοις αἴτιος, πολλῶν δὲ ἀναίτιος · πολὺ γὰρ ἐλάττω τὰ ἀγαθὰ τῶν κακῶν ἡμῖν. καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο αἰτιατέον, τῶν δὲ κακῶν ἄλλα ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλ’ οὐ τὸν θεόν.
λέγειν. Οὐκ ἄρα , ἦν δ’ ἐγὼ , ἀποδεκτέον οὔτε Ομήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ b τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος , καὶ λέγοντος ὡς
λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι
λέγειν, ἤ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὅν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, οἱ δὲ ὠνίναντο κολαζόμενοι. ὡς δ’ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα θεὸς, οὐκ ἐκτέον λέγειν τὸν ποιητήν.
εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτ’ ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἄν λεγόμενα, εἰ λέγοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὐτὰ αὑτοῖς.
b Οὖτος μὲν τοίνυν, ἦν δ’ ἐγὼ, εἶς ἄν εἴη τῶν περὶ θεοῦ νόμων τε καὶ τύπων, ἐν οἶς δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν μὴ 378 πάντων αἴτιον τὸν θεὸν, ἀλλὰ τῶν ἀγαθῶν. Καὶ μάλα, ἔφη, ἀπόχρη.
τὸν θεὸν οἴει εἶναι, πκαὶ οἶον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδεαις, τοτὲ μὲν αὐτὸν γιγνόμενον καὶ ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφὰς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ c αὑτοῦ τοιαῦτα δοκεῖν, ἤ ἁπλοῦν τε εἶναι, καὶ πάντων
ἥκιστα τῆς αὑτοῦ ἰδέας πἐκβαίνειν; Οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν.
καὶ πᾶν φυτὸν ὑπὸ εἰλήσεων τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων , οὐ τὸ ὑγιέσταστόν τε καὶ χαριέστατον ἥκισταἀλλοιοῦται; Πῶς δ’ οὔ;
μήν που καὶ τά γε ξύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα, κατὰ τὸν αὐτὸν λόγον, τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται. Ἒστι ταῦτα.
μεταβολὴνὑπ' ἄλλου ἐνδέχεται. Ἔοικεν. Ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντη ἄριστα ἔχει. Πῶς δ’ οὔ; Ταύτῃ μὲν δὴ ἥκιστ’ ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. Ἥκιστα δῆτα. Ἀλλ’ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι 645 ἂν καὶ ἀλλοιοῖ; Δηλονότι, ἔφη, εἴπερ ἀλλοιοῦται.
καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων;
μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Πᾶσα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. Μηδεὶς ἄρα, ἦν δ’ ἐγὼ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν ὡς
ἀγείρουσαν
ὡς ἄρα θεοίτινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν , ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους. Μὴ γὰρ, ἔφη.
ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι ἐξαπατῶντες καὶ γοητεύοντες; Ἴσως, ἔφη. Τί δέ; ἦν δ’ ἐγώ· ψεύδεσθαι ὁ θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φαντάσματα προτείνων; Οὐκ οἶδα, ἦ δ’ ὅς.
ψεῦδος, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσι; Πῶς, ἔφη, λέγεις; Οἶσθά που, ἦν δ’ ἐγὼ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. Οὐδὲ νῦν
πω, ἦ δ’ ὃς, μανθάνω.
τῷ τοιούτῳ.
ἄκρατον ψεῦδος. ἢ οὐχ οὕτω; Πάνυ μὲν οὑν.
πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται;
ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω c χρήσιμον ποιοῦμεν; Καὶ μ ΄λα, ἦ δ’ ὃς, οὕτως ἔχει. Κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν ψεύδοιτο ; Γελοῖον μέντἂν εἴη, ἔφη.
ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι ; Οὔ μοι δοκεῖ. Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολλοῦ γε δεῖ. Ἀλλὰ δι’ οἰκείων ἄνοιαν, ἢ μανίαν; Ἀλλ’ οὐδεὶς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη
ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον. Παντά- d πάσι μὲν οὖν, ἔφη.
Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος. Συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καἰ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήθ᾿ ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἔν ἔργω; Συγχωρῶ.
ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ, καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην.”
380 θείων ἀγγέλων, οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν ὁμοίως ταῖς Ἑλληνικαῖς θεολογίαις περιέχουσαν, τὸν c δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον, ὅτι τε ἀγαθὸς ὢν ὁ θεὸς τυγχάνει, καὶ τὰ πρὸς αὐτοῦ γεγονότα πάντα τοιαῦτα.
ὁ θαυμάσιος Μωςῆς ἐπιλέγει “καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν.” ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος λόγον φηςὶ “καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.” δόγμα δ᾿ Ἑβραίων ἐστὶ καὶ τὸ μὴ εἶναι τὸν θεὸν κακῶν αἴτιον, εἰ δὴ ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾿ ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ
σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· “φθόνῳ δὲ διαβό- d λου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.”
πῶς ἐστράφης εἰς τὰ ὀπίσω ἡ ἄμπελος ἡ ἀλλοτρία;” εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ θεοῦ συμβαίνειν, ὁμωνύμως ἀκουστέον, ὡς τῶν τιμωριῶν οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ θεὸς οὐκ ἐπὶ βλάβῃ τῶν τιμωρουμένων, ἐπ᾿ ὠφελείᾳ δὲ καὶ συμφέροντι
λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σω- 648 τηρίᾳ τῶν καμνόντων κακὰ νομίζοιτο προσφέρειν τὰς ἀλγεινὰς καὶ πικρὰς θεραπείας.
ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο , καὶ ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν, οἱ δὲὤναντο κολαζόμενοι, οὐ μόνον κατὰ τὸν φιλόσοφον , ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν “ὃν γὰρ ἀγαπᾷ κύριος 25 παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.” b
ἐατέον· κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίνεσθαι, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ.
σὺ δέο αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.”
νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, καὶ τὸν τοῦ θεοῦ λόγον ἀνθρώποις d πεφηνότα εἰσάγουσιν οἱ Ἑβραίων λόγοι, ἀλλ’ ὡς αὐτὸς ὁ Πλάτων’ δεῖν ποτέ φησιν ἐπὶ φίλων εὐεργεσίᾳ, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι
πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γενέσθαι τὴν τοῦ θεοῦ εἰς ἀνθρώπους πάροδον.
φύσιν ἀπείργαστο, εἰκότως , οἷα φίλου ζῴου κηδόμενον, τὸν ἐπουράνιον λόγον ἥκειν ἐπὶ θεραπείᾳ φασὶ παντὸς τοὐ γένους, νόσον καὶ μανίαν ἔκτοπον ὑπομείναντος , ὡς μήτε τὸν πατέρα γινώσκειν θεὸν, 649 μήτε τὴν οἰκείαν τῆς νοερᾶς φύσεως οὐσίαν, μήτ’
αὐ θεοῦ πρόνοιαν, σώτειραν τῶν ὅλων, εἰς ἀλόγου δὲ ζῴου σχεδὸν ὅσον παρατροπὴν ἥκοντος.
καὶ τὸ ὁρώμενον. πῆ μὲν γὰρ ἀληθὴς ἄνθρωπος ἑωρᾶτο, πῆ δὲ θεοῦ λόγος ἦν ἀληθὴς, οὐ γοητεύων, οὐδὲ τοὺς θεωμένους ἐξαπατῶν, ἐπειδὴ τὸ θεῖον ἀψευδὲς καλῶς ἔχειν ἐδόκει καὶ Πλάτωνι.
. οὔτε κατὰ φαντασίας , οὔτε κατὰ λόγους, οὔτε κατὰ σημείων πομπὰς, οὔθ'] οὐδ’ ὄναρ. πάντα γὰρ ὅσα τοιαῦτα, οἶα λογικῶν ψυχῶν ἰατρὸς, σωτηρίας ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους ἀληθῶς, ἀλλ’ οὐ δοκήσει δι’ οὗ ἀνείληφεν ἀνθρώπου διεπραγματεύσατο,
τὴν πρὸς τὸν αὑτοῦ πατέρα φιλίαν τε καὶ ὑποστροφὴν διὰ τῆς κατηγγελμένης ὑπ’ αὐτοῦ θεογνωσίας τε καὶ ἀληθοῦς εὐσεβείας πᾶσιν ἡμῖν δωρού- c μένος.
οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἶ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίνεσθαι , ὡς καὶ τῷ φιλοσόφῳ ἄριστα ἔχειν ἐδόκει.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.