οὐ μόνον τὰς νέας, ἀλλ’ ἤδη καὶ τὰς πρεσβυτέρας, ὥσπερ τοὺς γέροντας ἐν τοῖς γυμνασίοις, ὅταν ῥυσοὶ καὶ μὴ ἡδεῖς τὴν ὄψιν ὅμως φιλογυμναστῶσι.”
εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ, οὐκ ᾠήθη δεῖν c κεναῖς χερςὶν ἀθύρειν, κανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα οὕτω τὴν ὄρχησιν διαπεραίνειν· ἅ δὴ πάντως μιμεῖσθαι πρέπον ἄν εἴη κόρους τε ἅμα καὶ κόρας.”
παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντα ἄνδρα καὶ παῖδα κατὰ τὸ δυνατὸν, ὡς τῆς πόλεως μᾶλλον ἤ τῶν γεννητόρων ὄντας, παιδευτέον ἐξ ἀνάγκης.
ἀσκεῖν δεῖν· καὶ οὐδὲν φοβηθεὶς εἴποιμ’ ἄν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἄν εἴη, γυναιξὶ δὲ οὐκ ἄν πρέπον.”
τε εἶναι δεῖ κοινοὺς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητἀς τοὺς ἐν τῇ πόλει παῖ- δᾴς τε καὶ ἄνδρας, καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστημονας· κόρας μὲν οὔσας ἔτι πάσαν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δὲ διεξόδων καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως
ὅπλων ἡμμένας.”
παρὰ τοῦδε συμμαχίαν. λέγει δ’ οὐν ‟ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἶ οἰκοδομοῦντες αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν , εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
τὰς γυναῖκας ἀγῶνα, ὧδέ πη λέγων
εἴκοσιν ἐτῶν μηδ’ ἔλαττον ὀκτωκαίδεκα· πρεπούσῃ δὲ στολῇ ταύταις ἐσταλμέναις καταβατέον ἐπὶ τὴν ἅμιλλαν τούτων τῶν δρόμων.
ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην, ἔνα τε πρὸς ἔνα διαμαχομένους καὶ δύο πρὸς δύο.”
πέρι ἀγῶνος, πάλιν κἀνταῦθα περὶ τῶν θηλειῶν ἐπάγει λέγων
ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν.”
τε καὶ ἀδελφιδῶν ἐπανιὼν, ἔμπροσθεν μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἐνὶ γένει· τὴν δὲ τοῦ τῶν γάμων χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας.”
θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχοὐσης εἰκυίας προφάσεις, γυμνοὺς καὶ γυμνὰς μέχρι περ αἰδοῦς σώφρονος ἑκάστων.”
ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινὰς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινοὺς, καὶ μήτε γονέα ἔκγονον c εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα.”
ἔσονται, ὁμοῦ δὲ ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπ’ ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μίξιν. ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; Οὐ γεωμετρικαῖς γε, ἠ δ’ ὃς, ἀλλ’ ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων d
δριμύτεραι εἶναι πρὸς τὸ πείθειν τε καὶ ἕλκειν τὸν πολὺν λεών.”
κοινὰς τὰς γυναῖκας, ὡς καὶ τοῖς τυχοῦσιν ἀκολασταίνειν ἐξεῖναι, ἀλλ’ ἐπὶ τῇ τῶν ἀρχόντων ἐξουσίᾳ κεῖσθαι τὴν πρὸς τοὺς ἄνδρας διανέμησιν αὐτῶν. οὕτω γὰρ εἶναι κοινὰς, ὡς ἂν καὶ τὰ δημόσια χρήματα φαίη τις εἶναι κοινὰ, οἷς προσήκει διανεμόμενα
πρὸς τῶν ἐπιτετραμμένων. καὶ δὴ ταῦθ’ οὕτως . 6 709 ἐχέτω.
τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους.”
ἐλευθέρους αὐτοὺς συγγίνεσθαι ᾗ ἂν ἐθέλωσι.”
τοιούτω.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.