οὐσίας συνέστη, οὐκέθ᾿ ὁμοίως Ἑβραίοις σέβειν αὐτὰ νομοθετεῖ καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἑπινομίδι
ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοὶ, c τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ· τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν.”
1
τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος , ἔχον ἔδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.”
ἐν Τιμαίῳ τάδε διεξέρχεται
τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας λογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ’ εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”
εἰς τὰς περιφορὰς , ἃς ἡ θατέρου περίοδος ᾔει.”
412 πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος.”
ψυχῆς κατ’ αὐτὸν τὸν Πλάτωνα, καὶ ταῦτα ἄρα μεταβάλλοι d ἂν ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν κατὰ τὸν αὐτοῦ λόγον. πῶς οὖν πάλιν ἀιδίους αὐτοὺς εἶναι καὶ διὰ τοῦτο θεούς φησι, καίπερ ἐν σώματι φθαρτῷ ὄντας καὶ λυθῆναι οἴους τε;
δ’ οὖν πάλιν ἐν Τιμαίῳ
τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὖν οὐκ ἐστὲ, οὐδ’ ἄλυτοι τὸ 704 πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε
3 4 θανάτου μοίρας , τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἶς ὅτε ἐγίγνεσθε ξυνεθεῖσθε.”
τὰ Ἑβραίων λόγια σέβειν μὲν ἀπαγορεύει ταῦτα καὶ θεοὺς ἡγεῖσθαι, ἄνω δὲ πρὸς τὸν παμβασιλέα θεὸν ἀνάγοντα, αὐτὸν δὴ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων ὅλου τε οὐρανοῦ καὶ κόσμου δημιουργὸν , τὸν δὴ τὰ πάντα θείῳ λόγῳ συνδήσαντάτε καὶ συναρμοσάμενον, b
μόνον ἡγεῖσθαι θεὸν , καὶ μόνῳ τὴν σεβάσμιον ἀπονέμειν νομοθετεῖ τιμὴν 5 λέγων μὴ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ πάντας τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσης αὐτοῖς.”
ὁ τὰ Ἑβραίων πεπαιδευμένος Φίλων ὧδέ πη λέγων πρὸς λέξιν
κόσμος ἔδοξεν εἷναι καὶ γεννητὸς, καὶ πόλις ἡ μεγίστη ἄρχοντας ἔχουσα καὶ ὑπηκόους· ἄρχοντας μὲν τοὺς ἐν οὐρανῷ πάντας, οἶον πλάνητες καὶ ἀπλανεῖς ἀστέρες· ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ περιγείους φύσεις.
οὐκ αὐτεξουσίους, ἀλλ’ ἑνὸς τοῦ πάντων πατρὸς ὑπάρχους οὐ μιμουμένους τὴν ἐπιστασίαν κατορθοῦν, θοῦν, πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις , ὡς αὐτουργοῖς, d
τῶν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας. ὧν 5 τὴν ἄγνοιαν ὁ ἱερώτατος νομοθέτης εἰς ἐπιστήμην μεθαρμόζεται λέγων ὧδε “μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς.”
ὡς θεῶν ἀποδοχήν. οἱ γὰρ ἰδόντες ἡλίου μὲν προσόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται, σελήνην δ’ ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ
τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ’ 705 ἡμέραν ἥλιος , καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τἀπίγεια συμπάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνον ἐπλανήθησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς
ὑποτοπήσαντες.
ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γεννητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ.”
ἀκήρατά τε καὶ θεῖα μαθήματα πρὸ τῆς τετυφωμένης c φιλοσοφίας τετιμήκαμεν. τί με δεῖ μηκύνειν καὶ τἄλλα τοῦ Πλάτωνος εἰς φῶς ἄγειν, ἐκ τῶνδε παρὸν καὶ τὰ ἐμοὶ νῦν σεσιγημένα τεκμαίρεσθαι; οὐ μὴν διαβολῆς ἕνεκα ταῦτα φάναι προήχθην, ἐπεὶ καὶ σφόδρα ἔγωγε ἄγαμαι τὸν ἄνδρα, καὶ πάντων μᾶλλον
Ἑλλήνων φίλον ἡγοῦμαι καὶ τιμῶ, τὰ ἐμοὶ φίλα καὶ συγγενῆ, εἰ καὶ μὴ τὰ ἴσα διόλου, πεφρονηκότα, Μωσέως δ’ ἐν παραθέσει καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τὸ ἐλλιπὲς ἐπιδεικνὺς αὐτοῦ τῆς διανοίας.
μυρί’ ἄττα καταιτιᾶσθαι , οἷα τὰ σεμνὰ καὶ σοφὰ αὐτῷ περὶ γυναικῶν ἐν Πολιτείᾳ διατεταγμένα, ἢ οἶα d τὰ περὶ ἔρωτος ἐκθέσμου σεσεμνολογημένα ἐν Φαίδρῳ. σὺ δ’, εἰ καὶ τούτων ἐπακοῦσαι ποθεῖς, ἀνάγνωθι τάσδε αὐτοῦ λαβὼν τὰς φωνάς
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.