ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγὴ, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστὴν ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δ᾿ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἶον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν
d ὅθεν ὡρμήθη φέρεται , οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰὸν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον , καὶ ἀναπτερῶσαν τὰς διόδους τῶν πτερῶν, ἄρδει τε καὶ ὥρμησε πτε-
1 2 ροφυεῖν καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ, καὶ οὔθ’ ὅ τι πέπονθεν οἶδεν, οὐδ’ ἔχει φράσαι, ἀλλ’ οἶον ἀπ’ ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν
οὐκ ἔχει.”
ταῦτα. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγοι πρὸς τὸν ἡνίοχον, 710 καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς
σφόδρα εὔνουν ἀσπαζόμενος· ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἀπαρνηθῆναι τὸ αὐτοῦ μέρος Χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν. . . .
τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς ἑαυτῶν καὶ κόσμιοι ὄντες.”
τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτὸ, τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπάνια δὲ, ἅτε οὐ πάσῃ δεδογμένα
τῇ διανοίᾳ πράττοντες.
ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διαγαγόντας εὐδαιμονεῖν μετ’ ἀλλήλων πορευομένους, καὶ ὁμοπτέρους ἔρωτος χάριν. ταῦτα τοσαῦτα, d ὦ παῖ, καὶ οὕτω θεῖά σοι δωρήσεται ἡ παρ’
ἐραστοῦ φιλία.”
ἠξίωσε κατὰ παιδεραστῶν θανάτου δίκην ὁρίσασθαι, προστάττει θανάτῳ ζημιοῦν οἰκετῶν τὸν μὴ καταμηνύσαντα θησαυρὸν ὑφ’ ἑτέρου τινὸς εὑρημένον; ἐπάκουσον δὲ καὶ τῶνδε, ἔνα μή με συκοφαντεῖν ὑπολάβῃς
b
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.