τὰ γοῦν θεῖα λόγια ἁγνὰ, καὶ ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως, ἀνείρηται.
ὄναρ ὥσπερ , ἀλλ᾿ οὐχ ὕπαρ, τῆς τῶν ὄντων φύσεως ἐπὶ φαντασίαν ἐλθόντες πολὺ τὸ κρᾶμα τοῦ ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο, ὡς μὴ ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα.
ὑφεῖναι , καὶ φῶς αὐτὸ δυνάμει λογικῆς οὐσίας ἐπιθεωρῆσαι, γνοίης ἂν τὸν θαυμάσιον φιλόφιλόσοφον αὐτὸν ἐκεῖνον, τὸν δὴ μόνον πάντων ῾Ελλήνων ἀληθείας προθύρων ψαύσαντα, ὕλῃ φθαρτῇ καὶ ξοάνοις βαναύσων χερσὶν εἰς ἀνδρείκελον σχῆμα κατεσκευασμένοις
τὴν τῶν θεῶν προσηγορίαν καται- 692 σχύνοντα, καὶ μετὰ τὸ μέγα τῆς μεγαλοφωνίας ὕψος, δι᾿ ἧς τὸν πατέρα καὶ δημιουργὸν εἰδέναι τοῦδε τοῦ παντὸς διετείνατο, ἄνωθέν ποθεν ἐξ ὑπερκοσμίων ἁψίδων εἰς τὸν κατωτάτω βυθὸν τῆς θεομισοῦς εἰδωλολατρίας
τῷ δήμῳ τῶν Ἀθηναίων συνωθούμενον· ὡς μὴ διατρέπεσθαι τὸν Σωκράτην καταβῆναι φάντα εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ, καὶ τὴν βάρβαρον ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεασόμενον, καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι b
ὁμολογοῦντα προστάξαι , τόν τε πάτριον Ἑλλήνων ἐξηγητὴν, τὸν ἐγκαθήμενον ἐν Δελφοῖς δαίμονα, θειάζοντα.
EUSEBII θύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο ἄν. ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον, καὶ θέα οἷά σοι ὁ πάνσοφος μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους ἰδέας, καὶ μετὰ θεὸν πρῶτον καὶ δεύτερον αἴτιον, καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας,
περὶ τῆς πανδήμου δόξης ἐνομοθέτει, λέγων
εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ᾿ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ᾿ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω·
Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς d ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ ῾Ρέα, καὶ ὅσοι μετὰ τούτων , ἐκ δὲ Κρόνου καὶ ῾Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τοὺς τούτων ἄλλους ἐκγόνους.”
“ἐν τοῖς μείζοσιν, ἦν δ᾿ ἐγὼ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους· 693 ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλὰ οὐκ ἐννοῶ οὐδὲ 1 2 τοὺς μείζους τίνας λέγεις. οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἷπον, ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσι,” τὰ μικρῷ πρόσθεν τεθειμένα.
ἀλλ’ αὐτοῦ βουλόμενον χαμαὶ συγγίνεσθαι κορύδου δίκην· καὶ λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδὲ ὅτε πρῶτον ἐφοίτων πρὸς ἀλλήλους ,
δι’ ἕτερα τοιαῦτα.”
τούτων ἒκγονοι, Ὠκεανὸς καὶ Τηθὺς, Κρόνος τε καὶ πάντες οἰ πρὸς Ὀμήρου καὶ Ἡσιόδου μυδευόμενοι παῖδες καὶ ἀδελφοὶ καὶ ἒκγονοι τούτων, ὁπότε ταῦτα αὐτὰ ἀνῄρει λέγων
Καὶ πάλιν “Πρῶτον μὲν, ἦν δ’ ἐγὼ, τὸ μέγιστον καὶ περὶ Τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο ἃ φησι δρᾶσαι αὐτὸν Ἠσίοδος, ὂ τε αὖ Κφόνος ἐτιμωρήσατο αὑτόν“ καὶ τὰ
τούτοις ἑξῆς.
λόγια καθαρᾶς ἐξεχόμενα διόλου τῆς μόνης ἀληδοῦς καὶ ἀπλανοῦς εὐσεβείας. Θέα δὴ καὶ ἂλλο. C
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.