1 δυνάμεις καὶ θεοῦ λειτουργοὺς ἀγγέλους τε καὶ ἀρχαγγέλους ἐπονομάζουσιν· ἐκ δὲ τῆς τούτων ἀποπτώσεως καὶ παρατροπῆς τὸ δαιμόνων γένος καὶ πὰν τὸ τῆς ἐναντίας καὶ μοχθηρὰς ἐνεργείας εἶδος εἰσάγουσι.
θεῷ ὁμοίως οὔτε τῷ δι’ οὗ τὰ πάντα συνέστη ἐπιφερομένους.
ψυχὴν , ἔπειτα ἐξ ἀπορροίας τῆς τοῦ πρώτου αἰτίου συστῆναι λέγων. οὐδὲ γὰρ ἐκ τοῦ μὴ ὄντος 407 αὐτὰς γεγονέναι διδόναι βούλεται.
τῷ λόγῳ ὑφιστάμενος· εἶναί τε ἀγαθὰς τὴν φύσιν, οὐδαμῶς οἵας τε τῆς οἰκείας ἐκστῆναι ἀρετῆς , ἔνθεν 695 αὐτοὺς καὶ θεοὺς εἷναι δοξάζει.
ὧν τοὺς μὲν ἀγαθοὺς, τοὺς δὲ φαύλους εἶναί τε καὶ ὀνομάζεσθαι. ταῦτα δὲ παρὰ τὰ Ἑβραίοις δοκοῦντα τοῦτον ὑποθέμενος τὸν τρόπον, οὐκ ἀποδίδωσιν ὁπόθεν ὑποστῆναι φάναι εἰκὸς τοὺς δαίμονας.
εἴποι· ἄλογος γὰρ αὕτη· λογικὰ δ’ οὐκ ἄν ποτε ἐξ ἀλόγου τεχθείη, λογικοὶ δὲ οἱ δαίμονες. εἰ δ’ ἐκ τῆς b τῶν κρειττόνων ἀπορροίας οὗτοι, καὶ πῶς οὐ θεοὶ καὶ αὐτοὶ τοῖς γεγεννηκόσιν ἐξ ἴσου; πῶς δ’ ἀγαθῆς οὔσης πηγῆς οὐχ ὅμοια καὶ τὰ παρ’ αὐτῆς ; κακίας δ’ ἐν τοῖς δευτέροις ἡ βλάστη πόθεν ἐξέφυ τῆς ῥίζης ἄνωθεν ἐξ ἀγαθῶν καὶ δι’ ἀγαθῶν ἰούσης;
παντὸς καὶ πικρίας πάσης χαλεπώτερον τὸ τῶν μοχθηρῶν δαιμόνων γένος, πῶς ἐξ ἀπορροίας λέγοιτ’ ἂν τῆς τῶν κρειττόνων φύσεως; εἰ δὲ ἐκ τῆσδε ἦν, οὐδ’ ἂν ἐτράπη τῆς οἰκείας λήξεως· εἰ δ’ ἠλλοίωται, οὐδ’ ἦν τὴν ἀρχὴν ἀπαθὲς τὴν φύσιν· εἰ δ’ οὐ τοιάδε
c άδε ἦν, καὶ πῶς θεοὶ εἶεν, οἱ· δὴ φαύλης οἶοί τε εἰσὶ μετέχειν μοίρας;
τῷ θεῷ, οὐκέτι τε τὸν θεὸν πάντων εἶναι ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀποδιδόναι, ἢ τοῦθ’ ὁμολογοῦντας , καὶ τὰ μὴ ὄντα ποιεῖν αὐτὸν τοῖς Ἑβραίων συμφώνως ὁμολογεῖν λόγοις.
d φύσιν οὔτ’ ἐκ τῆς τῶν σωμάτων ὕλης οὔτ’ ἐξ ἀπορροίας τῆς ἀγεννήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ὑποστῆναί φασι· μὴ οὖσαν δὲ πρότερον δυνάμει δραστηρίῳ τοῦ πάντων αἰτίου γεγονέναι.
κυρίως τῆσδε τῆς προσηγορίας ἠξιῶσθαι, ὅτι μηδὲ τὴν φύσιν ἰσοῦται τῷ πεποιηκότι , μηδ’ ἀχώριστον ὁμοίως τῷ θεῷ τὸ ἀγαθὸν ἐφέλκεται, τό τε τῷ καλῷ 696 ἐναντίον ἐστὶν ὅτε καὶ δέξοιτ’ ἂν ὀλιγωρίᾳ τῆς περὶ τὸ κρεῖττον σχολῆς, ἣν αὐτὸς ἕκαστος αὐτῷ κατείργασται,
τῆς οἰκείας ὁρμῆς τε καὶ γνώμης πεφυκὼς κύριος. ταῦτα καὶ περὶ τάδε. μετίωμεν δὲ καὶ ἐφ’ ἕτερα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.