οὖσαν ἀρχὴν εἰδὼς ἐν τῷ Τιμαίῳ αὐταῖς φησι ταῖς λέξεσι
οὐδὲν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.”
ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν ῾ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ ῾κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά
σου ἕως τῶν νεφελῶν.᾿ οὐδέπω γὰρ ἀπεκαλύπτετο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου παρουσίας
καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν
τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δέ; οὐχὶ οἶδεν ὁ Πλάτων’ καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα
καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν σμικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεὸν, πρὸς δὲ καὶ τὴν εἰς ἡμὰς δι’ b ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων
νῶν οὐκ ὀκνεῖ γραφειν
σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος.
Νόμων ὁ Πλάτων᾿ λέγει ταῖσδε ταῖς λέξεσι
ἐν οὐρανοῖς᾿ ὧδέ πως γράφων
τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν b τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν
καὶ φῶς νοητόν· ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος.
γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον· ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων’ ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά;
ὁ Πλάτων’ σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’
ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι.
θείαν. φησὶ γὰρ ‘ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.’ ἀκόλουθοι δ’ οἶμαι, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.
τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαιδρῷ Σωκράτης ὡς οὐχ 672 εἵμαρται κακὸν κακῷ φίλον εἶναι, οὐδ’ ἀγαθὸν ἀγαθῷ μὴ φίλον.
ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ
οὔτε τοῖς ἐμμέτροις· ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη.”
καὶ θεῷ.”
τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.”
ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. ἀλλ’ ὁ θεὸς c πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.”
ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δὲ, οἷς ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα.
ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι. σπουδαὶ δὲ ἑταιρειῶν καὶ σύνοδοι καὶ σὺν αὐλητρίσι 673 κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίστα τᾶι αὐτοῖς. εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς 12 13 14 λέληθεν ἢ οἶ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτα οὔθ’ ὅτι οὐκ οἶδεν οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα 394 μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τὰ γᾶς ὑπένερθεν, οὺρανοῦ b ρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντη φύσιν
ἐρευνώμενος.”
συνᾴδει ἥδε ἡ ἐν τῇ δεκάτῳ τῶν Νόμων λέξις “ἔπαι- νός τε ὅρκος τε περὶ παντὸς ἀπἐστω.” καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων’ λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες c ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην
ἀδιαλείπτως, ἀκηκόασι τοῦ Μώσεως λέγοντος ‘εἶπε καὶ ἐγένετο, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος.
15
τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. τί δέ; οὐχὶ καὶ Ὅμηρος παραφράζων χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρὰς ἐπὶ τῆς Τηθύος καὶ τοῦ
Ὠκεανοῦ λέγει
Πυθαγόρειος δὲ ἣν, λέγων
ἐπιγραφομένοις ὁ Ἄρατος
εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, πάντα Ζεὺς μυθεῖται , καὶ πάντα οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων. μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος
b Πίνδαρος, ἅτε Πυθαγόρειος ὢν,
προκοπὰς κατ’ ἀξίαν εἰς θειότητα παρεσχημένον.
σπουδῇτε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ c παιδείᾳ τὸν πάντων θεὸν αἴτιον, καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομηύντας, ὅν ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε. ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα λέγει τὸν δημιουργὸν, λέγουσα ὦδέπως ‘θεοὶ
θεῶν, ὦν ἐγὼ πατῆρ δημιουργὸς τε ἔργων.’
μηνύεσθαι. τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, d τὸν υἱὸν δἒ δεύτερον, δι’ οὖ πάντα ἐγέντο κατὰ βούλησιν τοῦ πατρός.
Ζωρόαστρις γράφει ‘τάδε δυεέγραψε Ζωρόαστρις ὁ Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.’τὸν δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει. τάχα μὲν οὐ τὴν 676
ἀνάστασιν, ἀλλ’ἐκεὶνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εὶς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεςίν φησι τὴν αὐτὴν γίνεσθαι κάθοδον. ταῦτα ὐποληπτέον καὶ τὰ τοῦ Ἡρακλέος ἆθλα λέγεσθαι ιβ΄, μεθ', ἄ τῆς ἀπαλλαγῆς 16 17 18 παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. οὐ παρα- πέμπομαι καὶ τὸν Ἐμπεδοκλέα. ὁ φυσικὸς οὗτος τῆς τῶν πάντων ἀναλήψεως μέμνηται ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς.”
ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δο- κιμάσας, τὸν δέ τινα φθειρόμενον , τὸν κατὰ τὴν διακόσμησιν, εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος. ἀλλ’ ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἀιδίως ποιὸν κόσμον ἤδη, φανερὸν ποιεῖ λέγων οὕτως
κόσμον τὸν αὐτὸν πάντων οὔτε τις θεῶν οὔτε ἀν- θρώπων ἐποίησεν, ἀλλ’ ἢν ἀεὶ καὶ ἔστι, καὶ ἔσται, πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον c μέτρα.’ ὅτι δὲ καὶ γεννητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζε μηνύει τὰ ἐπιφερόμενα πυρὸς τροπαὶ,
πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ , τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει, ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρὸν, τὸ ὡς σπέρμα τῆς διακο- σμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται
396 νεται οὐρανὸς καὶ γῆ καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται σαφῶς διὰ τούτων δηλοῖ ‘θάλασσα διαχέεται καὶ μετρέεται εἰς d τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι.’ ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά.”
ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτεριἐν 19 νῆν ἡμέραν κέκληκεν διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου· ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα ὁδὸν τῆς ψυχῆς κατὰ ταὐτὰ τῷ Ἡρακλείτῳ. καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπιζε τὸ
πνεῦμα διὰ τοῦ Δαβὶδ λέγον ‘ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου·’ 677 οὐ γὰρ τὴν ἀνάστασιν μόνον τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ κυρίου ὕπνον ἀλληγορεῖ.
γρηγορεῖτε· οἷον, μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων’ διὰ τούτων καταμαντεύεται
ἡμέραι γένοιντο , ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους.”
πᾶσαν τὴν ἐργαστικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν· ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν· τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πο-
ρείαν.”
καὶ πάλιν
b ἀφ’ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, ὁ Πλάτων’ μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας οὕτω φησὶν “Οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγώσεται, ἐκκοπήσεται τὼ ὀφθαλμὼ, τελευτῶν πάντα κακὰ παὼν
ἀνασκινδυλευθήσεται.”
ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ’ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.”
καὶ πάλιν
Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε
διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει
ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει. ὁ μὲν γὰρ Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας ρίας συνταξάμενος ἐν τῷ κατὰ Ἅβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ
Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησὶ
γράφοντι “ἕν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει, καὶ ἐθέλει Ζηνὸς οὔνομα.” καὶ πάλιν “νόμος καὶ βουλῇ πείθεσθαι ἐνός.” κἂν τὸ ῥητὸν ἐκεῖνο 399 ἀναγαγεῖν ἐθέλῃς “ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω” εὕροις ἂν ὧδε ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου
“ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρεῖ παρεόντας ἀπεῖναι.” ἀλλ᾿ ἄντικρυς μίαν ἀρχὴν καὶ παρ᾿ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τί- d μαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει “μία ἀρχὰ πάντων ἐστὶν
ἀγένητος· εἰ γὰρ ἐγένετο , οὐκ ἂν ἦν ἔτι ἀρχὰ, ἀλλ᾿ ἐκείνα ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο.” ἐρρύη γὰρ ἐκεῖθεν ἡ δόξα ἡ ἀληθινὴ “ἄκουε (φησὶν) Ἰσραὴλ, κύριος ὁ θεός σου εἶς ἐστὶ, καὶ αὐτῷ μόνῳ λατρεύσεις.”
ὥς φησιν ἡ Σίβυλλα.
γοῦν
θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’ b ὅλως τῷ σώματι δεδήλωκε. “τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;” φησὶν ἡ γραφή. “μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος, χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν;” καὶ τὰ
ἐπὶ τούτοις.
βροτούς.
εἶτα διαρρήδην ἐπιφέρει
φέρει.
λόγου.
ὄψομαι αὐτόν;” διὰ Ἱερεμίου φησί. καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην “θύσατε θυσίαν δικαιοσύνης , καὶ ἐλπίσατε ἐπὶ κύριον” ὧδέ πως γράφει
c
καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει 401
ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, οὐ χρόνῳ τινὶ εύδαιμονίαν ἒχοντες, ἀλλ’ ἐν αἰῶνι ἀναπαύσεσθαι δυνάμενοι,
ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὒτω τις μέγας ἒσται καὶ καθ’ Ἒλληνας ὡς ὐπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν.
Ἁβραὰμ λέγων τοῦτον, εἲτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων,
d
προσώπου πυρὸς τήκεται κηρός.” καὶ τὰ διὰ Ἠσαίου ‘τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ πάσαν τὴν γῆν δρακί;”
ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.” b
λέγει
τῇ ἰσχύι· αὐτοῦ” ὥς φησιν ‘Ιερεμίας “καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. ἔτι πρὸς τοῖσδε Φωκυλίδης μὲν τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τοὐτων παρίστησιν , ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς πα-
d ρειλήφαμεν,
καὶ τὰ ἐπὶ τούτοις.
ἐπὰν δὲ εἴπῃ
ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ ,
ποιητής τις οὐκ ἄσημος γράφει
δίκαιον τὸν θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς ἀγαθὸν ἑρμηνεύων τὸν θεόν φησιν, 689
ἆρ᾿ ού δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ “ἀπὸ παροςώπου κυρίου τρέμει ἡ γῆ;”
Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμὸς
ὀστράκου ἂν εἴη περιστροφὴ, ἀλλὰ ψυχῆς περιαγωγὴ, ἐκ νυκτερινῆς τινὸς ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι, καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, ἔστε μὲν δὴ πάντες ἀδελφοὶ, λέγων· οἱ
δὲ τοῦ χρυσοῦ γένους ἀκριβέστατα , καὶ πάντη εἰς. c
Ἕλληνές τε καὶ βάρβαροι, γένος δ’ οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὔτε νομάδων, ἀλλ’ οὐδὲ τῶν πολιτικῶν d δύναται ζῆν, μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἑῷον , πὰν δὲ ἐσπερίων ἁπτόμενον ᾐόνων , βόρειόν τε καὶ τὰ πρὸς
τῷ νότῳ πάντα, μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ’ ἴσης πάντα.
φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας, τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν ἄλλων καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδωκαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν χηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι , ἀλλ’ οὐδ’
691 αὐτὸν ὅπως νοεῖσθαι πέφυκε τὸν θεὸν , μόνον δὲ, ὼς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.”
(ἐφ᾿ οἷς καὶ ἀγάμεθα τὸν ἄνδρα τῆς τε καὶ τῆς ἄλλης τοῦ ἀληθοῦς εὐγνωμοσύνης,) ὥρα ἐπιθεωρῆσαι τίνα ταῦτ’ εἶναί φαμεν ἐφ’ ὧν οὐκέθ’ b ὁμοίως περὶ αὐτὸν διακείμεθα, τὴν δὲ νενομισμένην βάρβαρον τῆς κατ’ αὐτὸν προτιμῶμεν φιλοσοφίας.
c
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.