664 τῇ καθ’ ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ. διηρμήνευται γὰρ πρὸ Δημητρίου τοῦ Φαληρέως δι’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως , τά τε κατὰ τὴν ἐξαγωγὴν τὴν ἐξ Αἰγύπτου τῶν Ἑβραίων, ἡμετέρων
δὲ πολιτῶν , καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια , καὶ κράτησις τῆς χώρας, καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις, ὡς εὔδηλον εἷναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθὴς , καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ’ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν b
κατεχώρισεν.
ἑκάστου “καὶ εἶπεν ὁ θεὸς, καὶ ἐγένετο.”
καὶ συνεχομένην ἀδιαλείπτως. ἔτι δὲ καὶ Ὀρφεὺς ἐν ποιήμασι τῶν κατὰ τὸν ἱερὸν λόγον αὐτῷ λεγομένων οὕτως ἐκτίθεται περὶ τοῦ διακρατεῖσθαι θείᾳ δυνάμει τὰ πάντα καὶ γενητὰ ὑπάρχειν, καὶ ἐπὶ πάντων εἶναι τὸν θεόν. λέγει δ’ οὕτως
b
οὕτως ἡμῖν εἴρηται. οὐκ ἀπεοικότως οὖν τοῖς ἐπιζητουμένοις προενηνέγμεθα ταῦτα.
τοῦ καθ’ ἡμᾶς περὶ εὐσεβείας τέτακται καὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τῶν λοιπῶν ἀγαθῶν τῶν κατὰ 667 ἀλήθειαν. ”
κατεσκεύακε , καὶ δέδωκεν ἀνάπαυσιν ἡμῖν διὰ τὸ κακόπαθον εἶναι πᾶσι τὴν βιοτὴν τὴν ἑβδόμην ἡμέραν, ἢ δὴ καὶ πρώτη φυσικὼς ἂν λέγοιτο φωτὸς γένεσις, ἐν ὡ τὰ πάντα συνθεωρεῖται.
ἐστὶν ἐξ αὐτῆς. καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέ b σεως ὄντες τῆς ἐκ τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν · ἀκολουθοῦντες γὰρ αὐτῇ συνεχῶς ἀτάραχοι καταστήσονται δι’ ὅλου τοῦ βίου.
εἶκε Σολομῶν αὐτὴν πρὸ οὐρανοῖ· καὶ γῆς ὑπάρχειν. τὸ δὲ σύμφωνόν ἐστι τῷ προειρημένῳ. τὸ δὲ διασαφουμενον διὰ τῆς νομοθεσίας ἀποπεπαυκέναι τὸν 668 τὸν θεὸν ἐν αὐτῇ, τοῦτο οὐχ, ὥς τινες ὑπολαμβάνουσι, μηκέτι ποιεῖν τι τὸν θεὸν καθέστηκεν, ἀλλ᾽ ἐπὶ τῷ καταπεπαυκέναι τὴν τάξιν αὐτῶν οὕτως εἰς πάντα τὸν χρόνον τεταχέναι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.