εἴς τε τὰς καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τινῶν c τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων. οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικεν, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ
πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης.
ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον, καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι.
ἀγαθοὶ γίνονται, καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ 1 ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστιν ἐπανορθοῦσθαι, τοῦτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.”
συμφωνήσωσι τῷ λόγῳ, ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν· αὕτη ἔσθ᾿ ἡ συμφωνία ξύμπασα μὲν ἀρετὴ, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν,
τοῦτ᾿ αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.”
διδάσκων ἃ δεῖ στέργειν, τάδε φησί “δεῦτε τέκνα ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. ἔκκλινον ἀπὸ κακοῦ,
καὶ, ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον c αὐτήν.”
μὴ ἐπιλάθῃ.” καὶ “ εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν 348 2 εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ.” καὶ “ ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. μυρία δ’ ἂν εὕροις ἄλλα τοιαῦτα ἐν τοῖς Ἑβραίων γράμμασι, παιδευτικὰ πρὸς εὐσεβείας καὶ ἀρετῆς ἀνάληψιν, νέοις ὁμοῦ καὶ τελείοις
τὴν ἡλικίαν προσήκοντα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.