τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδικῶν οἰκοδομημάτων d παίζειν χρὴ, τὸν δ’ αὖ γεωργοῦντα, καὶ ὄργανα ἑκατέρῳ σμικρὰ, τῶν ἀληθινῶν μιμήματα, παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον, καὶ δὴ καὶ τῶν μαθημάτων ὅσ’ ἁ ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν,
οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε 347 τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν.
παιδείας λέγομεν τὴν ὀρθὴν τροφὴν, ἣ τοῦ παίζονΛέω 1 τος τὴν ψυχὴν εἰς ἔρωτα ὅτι μάλιστα ἄξει τούτου, ὃ δεήσει γενόμενον ἄνδρα αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῃς.”
σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου.” ὃ δὴ καὶ πράττειν σύνηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσεβείας παιδεύμασιν ἀνατρέφουσι· τοῦτο δὲ καὶ εἰς δεῦρο κατά τι
πάτριον ἔθος παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.