βασιλείαν καὶ τὴν δ’ ἴκα ἰὸς ύνην, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν.” ἀλλὰ καὶ Μώσης πολὺ πρότερον b ἀπὸ τῆς περὶ θεοῦ διδασκαλίας τὴν ἀρχὴν πεποιημένος, ἐξῆς τε ἐφαρμόσας τὴν κατ’ αὐτὸν πολιτείαν καὶ τὰ περὶ συμβολαίων καὶ τὰ περὶ τοῦ κοινοῦ
βίου νόμιμα, τοῖς πᾶσιν ἄρχοντας καὶ φύλακας καθίστησι τοὺς τῷ θεῷ ἱερωμένους, ὡς καὶ τὰ λόγια διδάσκει, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς δόξης ἰόντας.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.