σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου.” ὃ δὴ καὶ πράττειν σύνηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσεβείας παιδεύμασιν ἀνατρέφουσι· τοῦτο δὲ καὶ εἰς δεῦρο κατά τι
πάτριον ἔθος παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.