ἐπάκουσον οἶα ἐν Συμποσίῳ καὶ αὐτὸς ἀλληγορῶν τέθεικεν, ἀντὶ μὲν τοῦ παραδείσου τοῦ θεοῦ κῆπον Δῖός ὀνομάσας , ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐ- τοῦ γενομένης ἀπάτης Πενίαν ἐπιβουλεύουσαν ὑπο- θέμενος , ἀντὶ δὲ τοῦ πρώτου ἀνδρὸς , ὃν ἡ τοῦ θεοῦ
μῆτίς τε καὶ πρόνοια υἱὸν ὃσπερ ἀρτιγενῆ προυβέβλητο, υἱὸν Μήτιδος Πόρον ἀποκαλέσας , ἀντὶ δὲ τοῦ φάναι, ὁπηνίκα συνίστατο ὅδε ὁ κόσμος, ὅτε ἐγένετο ἡ Ἀφροδίτη, εἰπὼν, οὕτω τὸν κόσμον ἀλληγορήσας τοῦ περὶ αὐτὸν κάλλους ἕνεκα. λέγει δ’ οὖν αὐτοῖς
ῥήμασι τάδε
μεθυσθεὶς τοῦ νέκταρος, οἶνος γὰρ οὔπω ἦν, εἰς τὸν τοῦ Δῖός κῆπον εἰσελθὼν βεβαρημένος εὕδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὐτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου κατακλίνεταί τε παρ’ αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα. ”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.