1 πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. καὶ ᾠκοδόμησε κύριος ὁ θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα,” μὴ συνεὶς ὁ Πλάτων’ οἵᾳ εἴρηται διανοίᾳ δῆλος μέν ἐστιν οὐκ ἀγνοήσας
τὸν λόγον, Ἀριστοφάνει δ’ αὐτὸν, οἷα κωμῳδῷ χλευ- άζειν εἰωθότι καὶ τὰ σεμνὰ τῶν πραγμάτων, ἀνατίθησιν, ἐν Συμποσίῳ τάδε λέγοντα αὐτὸν εἰσάγων
φύσις οὐχ ἡ αὐτὴ ἦν ἥπερ νῦν, ἀλλὰ ἄλλη. πρῶτον μὲν γὰρ τρία ἦν τὰ γένη τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ἀμφοτέρων τούτων, οὑ νῦν ὄνομα λοιπὸν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος 344
καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος.”
ἀνθρώπους δίχα, ὥσπερ οἶ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν. ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσω- πον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομὴν, ἔνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος
εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέ- λευεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.