προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι b διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας
τοιούτω εἷναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη.
ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ’ αὐτῆς γιγνομένων· ἀλλ’ ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος. ”
1 λευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται, καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν.”
οἶ παρ’ Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι, οἵ γε δικαιότατοι ὄντες ὡς ἀδικώτατοι “ ἐλιθάσθησαν , ἐπρίσθησαν , ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπη- λαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος.”
ἔπασχον αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων “ θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ” καὶ “ μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι
ἀνεχόμεθα , δυσφημούμενοι παρακαλοῦμεν · ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.”
δὴ κατέλεξεν ὁ Πλάτων’ πεπόνθασιν· ἐπεὶ καὶ ἐμα- στιγώθησαν , δεσμά τε καὶ στρέβλας ὑπέμειναν , καὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ , καὶ τέλος πάντα τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. ὧν οὐδένα παρ’ Ἓλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις , ὡς εἰκότως
τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἓτερον ἢ θεσπίσαι διὰ τούτων περὶ τῶν παρ’ ἡμῖν διαπρεπόντων ἐν c εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.