ἐποπτείαν καὶ εἰς τὴν τῶν αἰσθητῶν φυσιολογίαν, — οἱ κατὰ πάντα τέλειοι προφήται ᾔδεσάν τε καὶ τοῖς οἰκείοις, ὅτε δὴ καιρὸς ἐκάλει, κατεμίγνυον b λόγοις, οὐ στοχασμοῖς καὶ θνητῆς διανοίας ἐπιτηδεύσει μαθόντ’ ἐς , οὐδ’ ἐπὶ διδασκάλοις ἀνδράσι
σεμνυνόμενοι, θεοφορήσει δὲ κρείττονος δυνάμεως καὶ θείου πνεύματος ἐπιπνοίᾳ τὴν γνῶσιν ἀνατιθέντες.
ζῴων φύσεως διείληπτο, πλεῖστα δὲ ὅσα καὶ περὶ φυτῶν ταῖς οἰκείαις ἕκαστος προφητείαις κατεβέβλητο.
Σολομῶν, εἰ καί τις ἄλλος, ἐν τῇ περὶ τούτων διαπρέψαι φυσιολογίᾳ πρὸς τῆς θείας μαρτυρεῖται γραφῆς, ὧδε περιεχούσης
κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν d ἰχθύων. καὶ παρεγένοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ [ἐλάμβανε δῶρα] παρὰ
πάντων τῶν βασιλέων τῆς γῆς , ὅσοι ἤκουσαν τῆς σοφίας αὐτοῦ.’’
καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους, καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας, καὶ διαλογισμοὺς ἀνθρώπων , καὶ διαφορὰς φυτῶν, καὶ δυνάμεις ῥιζῶν , ὅσα τέ ἐστι κρυπτὰ καὶ ἀφανῆ ἔγνων. ἡ γὰρ πάντων τεχνῖτις 522
ἐδίδαξέ με σοφία.’’
“τί τὸ γεγονός ; αὐτὸ τὸ γενησόμενον · καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ”
ἐπιὼν σοφοὺς τῆς ὁμοίας οὐκ ἀμοίρους ἐπιστήμης. φυτῶν γοῦν, ὡς ἔφην ἤδη πρότερον, μυρία καὶ ζῴων πέρι, χερσαίων τε καὶ ἐνύδρων, καὶ προσέτι πτηνῶν φύσεως εἴρηται αὐτοῖς.
Ὠρίωνός τε καὶ ἀρκτούρου, ὅν ἀρκτοφύλακα καὶ Βοώτην Ἕλλησι φίλον ὀνομάζειν, μνήμη τις οὐχ ἡ τυχοῦσα τοῖς τῶν δηλουμένων ἐμφέρεται γράμμασιν.
οὐσίας , καὶ λογικῶν ἁπάντων φύσεως ὁρωμένης τε καὶ ἀφανοῦς δημιουργίας , τῆς τε καθόλου προνοίας, καὶ τούτων ἔτι πρότερον τὰ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου, τῆς τε τοῦ δευτέρου θεολογίας, καὶ τῶν ἄλλων τῶν διανοίᾳ μόνῃ ληπτῶν τοὺς λόγους καὶ τὰς θεωρίας εὖ μάλα καὶ ἀκριβῶς περιειλήφασιν, ὡς μὴ ἂν ἁμαρτεῖν τοὺς μετὰ ταῦτα παρ’ Ἕλλησι τὴν τούτων φύσιν ἀνηρευνηκότας πρεσβύταις οἶα
d νεωτέρους κατηκολουθηκέναι φάναι.
ὄντων φύσεως τὸ δημῶδες πλῆθος ἐκδιδάσκειν, πλὴν ὅσον ἦν ἀναγκαῖον εἰδέναι, ὅτι τε μὴ ἀπηυτομάτισται τὸ πᾶν, μηδ’ εἰκῆ καὶ ὡς ἔτυχεν ἐξ ἀλόγου φορᾶς ὑφέστηκεν , ἄγεται δ’ ὑφ’ ἡνιόχῳ θεοῦ λόγῳ, καὶ δυνάμει σοφίας ἀρρήτου διακυβερνᾶται.
δὲ τῶν νοητῶν, ὅτι μέν ἐστι καὶ τίνα, ὅπη τε διατάξεως ἔχει δυνάμεως τε καὶ διαφορᾶς, εἴρηται μὲν καὶ ταῖς ἱεραῖς βίβλοις ἐγκαταβέβληται, εἰς ἐξάκουστόν 523 τε τοῖς πᾶσι παραδέδοται , καθ’ ὅσον εἰδέναι χρῆν τοὺς εὐσεβείας μεταποιουμένους εἰς ἀνάληψιν
εὐλαβοῦς καὶ σώφρονος βίου.
τόν τε Πλάτωνα κἀν τούτω τὰ φίλα πεφρονηκότα τοῖς δηλουμένοις παραστῆσαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.