ἐπηκολουθηκέναι διὰ τῶν οἰκείων φωνῶν ἐστι δῆλος, εἴτ’ ἐξ ἀκοῆς εἰς αὐτὸν ἡκούσης μαθὼν, (ἐπεὶ καὶ συνίσταται παρ᾿ Αἰγυπτίοις τηνικάδε τὰς c διατριβὰς πεποιημένος, καθ᾿ ὃν Ἑβραῖοι τῆς οἰκείας δεύτερον ἀποπεσόντες γῆς Αἰγυπτίοις ἐπεχωρίαζον, Περσῶν ἐπικρατούντων,) εἴτε καὶ παρ᾿ ἑαυτοῦ τῇ
τῶν πραγμάτων ἐπιβαλὼν φύσει, εἴτε ὁπωσοῦν ὑπὸ τοῦ θεοῦ καταξιωθεὶς τῆς γνώσεως. “ ὁ θεὸς γὰρ (φησὶν) αὐτοῖς ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθο— ρᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς
τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.” μάθοις δ᾿ ἂν τὸ εἰρημένον ὧδέ πη διασκοπούμενος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.