ἡγοῦμαι καὶ διὰ τῶν λεχθέντων τῆς παρ’ Ἑβραίοις λογικῆς διδασκαλίας τὴν ἀπόδειξιν παρεσχηκέναι, εἰ δὴ κατὰ τὸν Πλάτωνα οὐ φαύλων ἦν ἀνδρῶν οὐδὲ τῶν τυχόντων , ἀλλὰ σοφοῦ καὶ διαλεκτικοῦ τινος νομοθέτου , φύσιν ὀνομάτων οἰκείαν τοῖς πράγμασιν
εὑρέσθαι, οἷος ἡμῖν ὁ Μώσης καὶ τὰ Ἑβραίων ἀποδέρεικται λόγια. τί δὴ οὖν μετὰ τὰ λογικὰ ἕπεται ἢ τὰ φυσικὰ ἐπισκέψασθαι , ὅπως ποτὲ καὶ περὶ ταῦτα εἶχον Ἑβραίων παῖδες;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.