ἠνεῴχθησαν καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθητο. ποταμὸς πυρὸς εἷκλκεν ἔμπροσθεν αὐτοῦ· μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστῂκεσαν ἔμπροσθεν αὐτοῦ,” ἐπάκουσον τοῦ Πλάτωνος τῆς θείας κρίσεως, καὶ δὴ καὶ τοῦ ποταμοῦ ὀνομαστὶ c μεμνημένου , πολλάς τε μονὰς τῶν εὐσεβῶν διαφόρους
τε τῶν δυσσεβῶν τιμωρίας συμφώνως τοῖς Ἑβραίων ὑπογράφοντος λόγοις.
πυρὶ πολλῷ καιόμενον , καὶ λίμνην ποιεῖ μείζω τῆς παρ’ ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ· ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης, περιελιττόμενος δέ γε τῇ γῇ ἄλλοσέ τε ἀφικνεῖται καὶ d παρ’ ἔσχατα τῆς Ἀχερουσιάδος λίμνης, οὐ συμμιγνύμενος
τῷ ὕδατι · περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆς ἐμβάλλει κατωτέρω τοῦ Ταρτάρου.
πρῶτον δεινόν τε καὶ ἄγριον, ὡς λέγεται, χρῶμα δὲ ἔχοντα ὅλον οἷον ὁ κύανός , ὅν δὴ ἐπονομάζουσι Στύγιον, καὶ τὴν λίμνην ἣν ποιεῖ ὁ ποταμὸς ἐμβάλλων Στύγα. ὁ δ’ ἐμπεσὼν ἐνταῦθα καὶ δεινὰς δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς, περιελιττόμενος
χωρεῖ ἐναντίως τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας, καὶ οὐδὲ 568 τὸ τούτου ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίως τῷ Πυριφλεγέθοντι· ὄνομα δὲ τούτῳ ἐστὶν, ὡς οἱ
ποιηταὶ λέγουσι , Κωκυτός.
ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος, οἵ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν
διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν c Τάρταρον , ὅθεν οὔποτε ἐκβαίνουσιν.
ἰάσιμα μὲν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἶον πρὸς πατέρα ἢ μητέρα ὑπ’ ὀργῆς βίαιόν 334 τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι ἢ τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτοις δ’ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον
ἀνάγκη, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτὸν, τοὺς δὲ πατραλῴας [καὶ μητραλῲας] d κατὰ τὸν Πυριφλεγέθοντα · ἐπειδὰν δὲ φλεγόμενοι γένωνται κατὰ τὴν λίμνην τὴν Ἀχερουσιάδα,
ἐνταῦθα βοῶσί τε καὶ καλοῦσιν, οἶ μὲν οὓς ἀπέκτειναν, οἷ δὲ οὓς ὕβρισαν, καλέσαντες δὲ ἱκετεύουσι καὶ δέονται ἐᾶσαι σφᾶς ἐκβῆναι εἰς τὴν λίμνην, καὶ ἐὰν μὲν πείσωσιν, ἐκβαίνουσί τε καὶ λήγουσι τῶν κακῶν· εἰ δὲ μὴ, φέρονται αὖθις εἰς τὸν Τάρταρον,
κἀκεῖθεν πάλιν εἰς τοὺς ποταμοὺς, καὶ ταῦτα πάσχοντες οὐ πρότερον παύονται πρὶν ἂν πείσωσιν οὓς ἠδίκησαν· αὕτη γὰρ ἡ δίκη ὑπὸ τῶν δικαστῶν αὐτοῖς ἐτάχθη.
ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθα- 569 ρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται,
ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. ἀλλὰ τούτων δὴ ἕνεκα χρὴ ὧν διεληλύθαμεν, ὦ Σιμμία, πὰν ποιεῖν ὥστε ἀρετῆς καὶ φρονήσεως ἐν τῷ βίῳ μετασχεῖν· καλὸν γὰρ τὸ ἆθλον καὶ ἡ ἐλπὶς μεγάλη.”
ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν,”
αὐτοὺς φάσκοντα Ἑβραίων προφήτην “τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;” καὶ πάλιν “ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.”
συνᾴδων τούτοις , τοὺς ἀσεβεῖς εἰπὼν χωρήσειν εἰς Τάρταρον, ἐπιλέγει “ὅθεν οὔποτε ἐκβαίνουσι.” καὶ αὖ πάλιν τοὺς εὐσεβεῖς ζήσεσθαι εἰπὼν ἐν μα- καρίοις προστίθησι λέγων “ τὸ παράπαν καὶ εἰς τὸν d ἔπειτα χρόνον. ” ἀλλὰ καὶ τὸ ἄνευ καμάτων εἰρημέ- νον ὑπ’ αὐτοῦ ὅμοιον ἂν εἴη τῷ “ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.”
ἀλλὰ ἀναβαίνοντας πρότερον ἃ δὴ αὐτοῖς ὀχήματά ἐστι, τίνα ποτὲ ἄρα τὰ ὀχήματα βούλεται σημαίνειν ἢ τὰ σώματα, εἰς ἃ ἀναβᾶσαι αἶ τῶν τετελευτηκότων ψυχαὶ σὺν αὐτοῖς τιμωροῦνται κατὰ τὰ παρ’ Ἑβραίοις νενομισμένα; ἀλλὰ γὰρ ἱκανὴν καὶ
τοῦδε τοῦ λόγου περιγραφὴν εἰληφότος ἐπὶ τὸ δω- δέκατον τῆς Εὐαγγεελικῆς Προπαρασκευῆς μεταβήσο- μαι σύγγραμμα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.