κου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ’ ἐστίν· μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην. καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ’ ἂν οἶός τε εἴην, ἅμα δὲ, καὶ εἰ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμὸς, ὡ Σιμμία, τῷ μήκει τοῦ λόγου οὐκ
ἐξαρκεῖν. τὴν μέντοι ἰδέαν τῆς γῆς , οἴαν πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν. Ἄλλ , ἴφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ.
αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἂλ- 1 λῆς ἀνάγκης μηδεμιᾶς τοιαύτης , ἀλλ’ ἱκανὴν εἶναι 565 αὐτὴν ἴσχειν τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ ἑαυτῷ πάντη καὶ τῆς γῆς αὐτὴν τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἔξει μᾶλλον οὐδ’ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ’
ἔχον ἀκλινὲς μένει.
b ἢ βατράχους , περὶ τὴν θάλατταν οἰκοῦντας , καὶ ἂλλους 332 ἄλλοθι πολλοὺς ἐν πολλοῖς τοιούτοις τόποις οἱκεῖν.
τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαράν τε ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ, ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα εἰωθότων c λέγειν · οὑ δὴ ὑποστάθμην εἶναι ταῦτα καὶ ξυρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς.
ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν , ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι , διὰ
δὲ βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης εἴη ἀφιγμένος, μηδὲ ἑωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τ.υγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦτο ἑωρακότος.
d
ἐπεὶ εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι, ἢ πτηνὸς γενόμε- νος ἀνάπτοιτο, κατιδεῖν δὴ ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν· καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνέχεσθαι θεωροῦσα, γνῶναι
ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ.
οὐδὲν ἐν τῇ θαλάττῃ οὔτε τέλειον , ὡς ἔπος εἰπεῖν, οὐδέν ἐστι , σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχα- νος καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ ἡ yrj ᾖ, καὶ πρὸς τὰ παρ’ ἡμῖν καλὰ κρίνεσθαι οὐδ’ ὁπωστιοῦν ἄξια.
πλεῖον φανείη διαφέρειν. εἰ γὰρ δὴ καὶ μυθολογεῖν καλὸν, ἄξιον ἀκοῦσαι, cj Σιμμία, οἶα τυγχάνει τὰ ἐπὶ b τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. Ἀλλὰ μὴν, ἔφη ὁ Σιμμίας, ὢ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν.
ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασι διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἶς δὴ οἶ γρα- φεῖς καταχρῶνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων
εἶναι , καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθα- ρωτέρων ἢ τούτων.
ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἔν τι αὐτῆς εἶδος ξυνεχὲς καὶ ποικίλον φαντάζεσθαι. d
τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω· ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους καὶ πάντα τὰ τοιαῦτα· ἐκεῖ δὲ οὐδὲν ὁτιοῦν τοιοῦτον οὐκ εἶναι καὶ ἔτι τούτων
καλλίω.
567 καὶ νόσους παρέχει. τὴν δὲ γῆν αὐτὴν κεκοσμῆσθαι τούτοιςτε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὧν τὰ πολλὰ πλήθη καὶ μεγάλα καὶ πολλαχοῦ τῆς γῆς, ὥστε αὐτὴν δεῖν εἶναι θέαμα εὐδαιμόνων
θεατῶν.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.