γῆν τινα ἐν ἐπαγγελίαις μόνοις τοῖς θεοφιλέσι δοθήσεσθαι b περιέχουσι, κατὰ τὸ φάσκον λόγιον “ οἶ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν,” ταύτην δὲ ἐπουράνιον ὑπάρχειν διασαφεῖ ὁ φάσκων λόγος “ ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστὶν , ἥτις ἐστὶ μήτηρ
ἡμῶν ·” ὅ τε προφήτης τὴν αὐτὴν δὴ ταύτην ἐκ πο- λυτελῶν καὶ τιμίων συνεστάναι λίθων ἐν τρόπῳ ἀλ- ληγορίας αἰνίττεται λέγων “ ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν , καὶ τοὺς θεμελίους σου σάπφειρον, καὶ τὸν c
περίβολόν σου λίθους ἐκλεκτούς·’ θέα ὡς καὶ ὁ Πλάτων’ αὐτὰ δὴ ταῦτα, ἢ τὰ παραπλήσια, πεπεῖ- σθαι εἶναι ἀληθῆ ἐν τῷ Περὶ ψυχῆς ὁμολογεῖ, Σω- κράτει ἀνατιθεὶς τὸν λόγον ὧδέ πη
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.