ἀλλὰ Σωσιτἐλει καὶ Ἡρακλέωνι διηγησώμεθα. νοσῶν γὰρ ἔναγχος ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς· ἀνενεχθεὶς δὲ μικρὸν ἔκ τινος οὐ βεβαίου καταφορᾶς, ἄλλο μὲν οὐδὲν οὔτ’ ἔπραξεν οὔτ’ εἶπε παρακινητικὸν, ἔλεγε δὲ τεθνάναι, καὶ πάλιν ἀφεῖσθαι,
καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν αὐτὸν ἥκειν ἀντ’ ἐκείνου κομίζοντας. ὁ δὲ Νικανδᾶς ἣν σκυτοτόμος, ἄλλως δὲ τῶν ἐν παλαίστραις
γεγονότων καὶ πολλοῖς συνήθης καὶ γνώριμος. ὃθενοἱ 564 νεανίσκοι προσιόντες ἔσκωπτον αὐτὸν ὡς ἀποδεδρακότα καὶ διεφθαρκότα τοὺς ἐκεῖθεν ὑπηρέτας. αὐτὸς μέντοι δῆλος ἦν εὐθὺς ὑποθραττόμενος καὶ δυσχεραίνων · τέλος δὲ πυρετοῦ προσπεσόντος ἐξαπλούταρχος]
1 φνης ἀπέθανε τριταῖος. οὗτος δὲ ἀνεβίω, καὶ περί- εστιν εὖ γε ποιῶν, ἡμῖν ξένων ἐπιεικέστατος. ”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.