336 573 b
ἐνθένδε ποθὲν ἤδη τὰ ἐνδέοντα τῷ προτέρῳ τῆς Πλάτωνος πρὸς τὰ Ἑβραίων λόγια συνῳδίας, ὡς ἐν ἁρμονίᾳ συμφώνου λύρας, ἀποδώσει, τὴν καταρ- χὴν ἐξ ἀπολογίας τῆς παρὰ τοῖς πολλοῖς βλασφημου- μένης ἡμῶν πίστεως ληψόμενος.
c καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐὰν ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ 1 καὶ ἐξ ἑνὸς στόματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν , καὶ ἄν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας· γέρων δὲ εἴ τίς τι ξυννοεῖ τῶν παρ’ ὑμῖν, πρὸς ἄρχοντά τε καὶ d
ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοι- ούτους λόγους. Ὀρθότατά γε, ὠ ξένε, κελεύεις. ”
πιστεύσητε, οὐ μὴ συνῆτε.” καὶ αὖθις “ ἐπίστευσα, διὸ καὶ ἐλάλησα.
ὡς θεοῦ λόγοις τοῖς ἐμφερομένοις παρακελεύε- σθαι · τοῖς δὲ τὴν ἕξιν προβεβηκόσι καὶ πολιοῖς τὸ 574 φρόνημα ἐμβαθύνειν καὶ δοκιμάζειν τὸν νοῦν τῶν λεγομένων ἐπιτέτραπται. τούτους δὲ παισὶν Ἑβραίων δευτερωτὰς φίλον ἦν ὀνομάζειν, ὥσπερ ἑρμηνευτὰς
καὶ ἐξηγητὰς ὄντας τῆς τῶν γραφῶν διανοίας.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.