θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν · εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ τὸν ἱερώτατον λόγον.”
θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον πολυώνυμον ὑπάρχοντα.
διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι 1 τὰς ἀρετὰς τῶν φασκόντων ὅτι πάντες ἐσμὲν υἱοὶ d ἑνὸς ἀνθρώπου.
ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον θείαν ἰδέαν φοροῦντα, ἱκανῶς ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ Ἀνατολὴ αὐτῷ.
μέντοι μιμούμενος τὰς τοῦ πατρὸς ὁδοὺς πρὸς 534 παραδείγματα ἀρχέτυπα τὰ ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη.
Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι. ἤδη δέ μοι καὶ ἄλλοτε τὰ τῆς τῶν παλαιῶν Εβραίων εὐσεβείας δόγματα παρατιθεμένῳ ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καὶ τὰ περὶ τοῦ δευτέρου αἰτίου διείληπται αὐταρκῶς, ἐφ’ ἃ καὶ νῦν
b τοὺς φιλομαθεῖς ἀναπέμψω. τοσούτων οὖν παρ’ Ἑβραίοις καὶ τόνδε τὸν τρόπον περὶ τοῦ δευτέρου τῶν ὅλων αἰτίου τεθεολογημένων καιρὸς ἤδη καὶ τοῦ Πλάτωνος ἐν τῇ Ἐπινομίδι τάδε λέγοντος ἐπακουσαι
2
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.