λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον , καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. πάσης γὰρ 533 κινήσεως κινητικώτερον σοφία. διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ ἐστι τῆς
τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής. διὰ τοῦτο οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γὰρ ἐστι φωτὸς ἀιδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς.” ταῦτα μὲν ἡ γραφή. τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος b λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.