‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου·” τὸν μὲν ἀνωτάτω θεὸν διὰ τοῦ πρώτου κυρίου, 313 τὸν δὲ τούτου δεύτερον διὰ τῆς δευτέρας ὑποφήνας προσηγορίας. τίνι γὰρ ἄλλῳ θέμις ὑπονοεῖν τὰ δεξιὰ τῆς ἀγεννήτου θεότητος παραχωρεῖσθαι ἢ μόνῳ τῷ
περὶ οὗ ὁ λόγος;
τῆς παρ’ αὐτοῦ θεραπείας εἰσάγει, λέγων “ ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.’
πάντων βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ.”
κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία.”
λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, πανεπίσκοπον , καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων. πάσης γὰρ 533 κινήσεως κινητικώτερον σοφία. διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ ἐστι τῆς
τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής. διὰ τοῦτο οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γὰρ ἐστι φωτὸς ἀιδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς.” ταῦτα μὲν ἡ γραφή. τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ Ἑβραῖος b λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.