ὄνομα προτάξειν ἔφησε, τῶν δὲ πεφροντισμένως αὐτῷ συνταττομένων, τὸ τοῦ θεοῦ. λέγει δ’ οὖν ὧδε κατὰ λέξιν
οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δ’ ἐννόει καὶ σφόδρα πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. τῆς μὲν οὖν σπουδαίας ἐπιστολῆς ὁ θεὸς ἄρχει, θεοὶ δὲ τῆς ”
εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ’ αἰεὶ ξυνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς, κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας , ἢ χρήμασιν ἐπαιρόμενος,
ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίᾳ, ἅμα νεότητι καὶ ἀνοίᾳ, φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὥστε οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ b ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπετει ἔρημος θεοῦ· καταλειφθεὶς δὲ, καὶ ἔτι ἄλλους τοιούτους
3 προσλαβὼν , σκιρτᾷ ταράττων πάντα ἄμα, καὶ πολλοῖς τισὶν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε.”
εἶδε τὸ πρόσωπον αὐτοῦ.”
κύριος 5 καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.’ τῷ δὲ “ ἡς ὁ εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς εὐδαιμονήσειν ἑπόμενόν ἐστι τὸ “ ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ.” d
ἔρημος θεοῦ ’ τὸ “ὁ θεὸς ὑπερηφάνοις ἀντι- τάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν·” καὶ “ χαρμονὴ δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον.” ταῦτα μὲν οὖν ἀπὸ μυρίων σμικρὰ περὶ τοῦ ἐπὶ πάντων θεοῦ. θέα δὲ καὶ τὰ περὶ τοὐ δευτέρου αἰτίου οἶα τῇ διανοίᾳ εἰσίν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.