ὀνομαστὶ, καὶ τὸν βίον καταπλαγῆναι, τῆς τε βασιλικῆς μητροπόλεως καὶ τῆς λοιπῆς αὐτῶν ἱστορίας πολὺν πεποιῆσθαι λόγον παραστήσαντες, φέρε ἐπιθεωρήσωμεν, , ὡς οὐ μόνον τῶνδε γραφὴς ἠξίωσαν τὴν μνήμην, ἀλλὰ καὶ τῆς ὁμοίας αὐτοῖς διδασκαλίας τε c
καὶ μαθήσεως ἔν τισι τόν εἰς βελτίωσιν ψυχῆς συντεινόντων δογμάτων ζηλωταὶ κατέστησαν.
ἰατρικὴν, αὐτά τε τὰ πρῶτα τῆς γραμματικῆς στοιχεῖα, μυρίας τε ἄλλας τεχνικὰς καὶ βιωφελεῖς ἐπιτηδεύσεις, αὐτίκα μάλα παραστήσω.
μὲν, ἐξ ἐράνου δὲ τῶν παρὰ βαρβάροις μαθημάτων, τὴν οἰκείαν ὑποστήσασθαι θεολογίαν ἐφωράσαμεν·
γένοιτ’ ἂν τῶν ἐν φιλοσοφίᾳ λόγων , οὐκ ἄλλοθεν εἶεν ἂν ἢ παρὰ μόνων Ἑβραίων πεπορισμένοι, οὐκ 461 εἰς μακρὰν ἀποδειχθήσεται.
μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ὑπὸ θεολόγων προφητῶν ἀνδρῶν παραδεδομένα, ἀλλὰ τὰ καί τισιν, εἰ καὶ μὴ πᾶσιν, αὐτοῖς δέ γε ὧν μέγα κλέος καθ’ Ελλάδα, καὶ φιλοσόφων διατριβαῖς ἐξητασμένα, ζηλοῦν προειλόμεθα.
μὲν ὄντας ληπτοὺς, ὅτι καὶ πάντα χαλεπά φασιν εἶναι τὰ καλὰ, οὐ μὴν ἀλλὰ πρωτείοις τῶν παρ’ Ἕλλησι b φιλοσόφων τετιμημένους, ὡς διὰ τὴν πολλὴν εὐδοκίμησιν τῇ δόξῃ τοὺς ὁμοίους καλύπτειν.
δυνατὸν εἶναί φαμεν ἐσκευωρῆσθαι αὐτοῖς, ὅτε μὴ μόνον τὰ λοιπὰ τῶν μαθημάτων Αἰγυπτίους καὶ Χαλδαίους τά τε ἄλλα τῶν βαρβάρων ἐθνῶν συνίστανται ἀποσυλήσαντες, ἀλλ’ εἰσέτι καὶ νῦν ἁλλίσκονται τῆς σφῶν αὐτῶν ἐν συγγράμμασι φιλοτιμίας ἀποστεροῦντες
ἀλλήλους.
γε αὐτὸ, ἐπείπερ ἅπαξ ὡρμήθημεν, ἀναγκαῖον πρῶτον ἁπάντων συνιδεῖν εἰς ἔλεγχον τοῦ τῶν δηλουμένων τρόπου. ὁ μὲν οὖν ἡμέτερος Κλήμης ἐν ἕκτῳ Στρωματεῖ τὴν περὶ τούτου σύστασιν εἰς πλάτος ἀπηύθυνε. τούτου δέ μοι πρώτου λαβὼν ἀνάγνωθι
τὰς τοιάσδε φωνάς
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.