1 περὶ τῆς Ἰουδαίων ἀρχαιότητος λόγοις ἐντυχεῖν τοῦ ἀνδρὸς πλείστας ἂν εὕροι συμφώνους ταῖς ἐκτεθείσαις μαρτυρίας. καὶ πολὺς δὲ ἄλλος μαρτύρων ἡμῖν ὄχλος παλαιῶν τε καὶ νέων συγγραφέων ἐπιρρεῖ,
τὴν ὁμοίαν τοῖς τεθεῖσι ψῆφον ἐπισφραγιζομένων, ὧν τὰς φωνὰς, λόγου προνοούμενοι συμμετρίας, τοῖς φιλομαθέσι ζητεῖν τε καὶ διερευνᾶν ἀπολείψαντες ἐπὶ τὴν λείπουσαν αὐτοὶ μεταβησόμεθα ἐπαγγελίαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.