Ἀρχαιότητος Ἰωσήπου, ἔνθα μυρίων συγγραφέων αὐτολεξεὶ παραθεὶς φωνὰς ταῦτα ἐπιλέγει
συγγραφεῖς, ἔτι δὲ πρὺς τοῖς εἰρημένοις Θεόφιλος καὶ Θεόδοτος καὶ Μνασέας καὶ Ἀριστοφάνης καὶ 269 Ἑρμογένης, Εὐήμερύς τε καὶ Κόμων καὶ Ζωπυρίων καὶ πολλοί τινες ἄλλοι τάχα, (οὐ γὰρ ἔγωγε πᾶσιν ἐντετύχηκα τοῖς βιβλίοις,) οὐ παρέργως ἡμῶν μεμνημονεύκασιν.
Φαληρεὺς Δημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. οἷς συγγινώσκειν ἄξιον· οὐ γὰρ ἐνῆν αὐτοῖς μετὰ πάσης ἀκριβείας τοῖς ἡμετέροις γράμμασι παρακολουθεῖν.”
1 περὶ τῆς Ἰουδαίων ἀρχαιότητος λόγοις ἐντυχεῖν τοῦ ἀνδρὸς πλείστας ἂν εὕροι συμφώνους ταῖς ἐκτεθείσαις μαρτυρίας. καὶ πολὺς δὲ ἄλλος μαρτύρων ἡμῖν ὄχλος παλαιῶν τε καὶ νέων συγγραφέων ἐπιρρεῖ,
τὴν ὁμοίαν τοῖς τεθεῖσι ψῆφον ἐπισφραγιζομένων, ὧν τὰς φωνὰς, λόγου προνοούμενοι συμμετρίας, τοῖς φιλομαθέσι ζητεῖν τε καὶ διερευνᾶν ἀπολείψαντες ἐπὶ τὴν λείπουσαν αὐτοὶ μεταβησόμεθα ἐπαγγελίαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.