τίνες ὄντες ἐπὶ τὴν γραφὴν παρεληλύθαμεν, πότερον Ἓλληνες ἢ βάρβαροι, ἢ τί ἂν γένοιτο τούτων μέσον, καὶ τίνας ἑαυτοὺς εἶναί φαμεν, οὐ τὴν προσηγορίαν, ὅτι καὶ τοῖς πᾶσιν ἔκδηλος αὕτη, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν τοῦ βίου · οὔτε γὰρ τὰ ‘Eλλήνων φρονοῦντας ὁρᾶν οὔτε τὰ βαρβάρων ἐπιτηδεύοντας.
πολεμίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους; καὶ τί γὰρ ἄλλο ἢ θεομαχοῦντας ;
πρὸς ἁπάντων ὁμοῦ βασιλέων τε καὶ νομοθετῶν καὶ φιλοσόφων θεολογουμένους· ἀποστραφέντας, ἐλομένους δὲ τὰ ἀσεβῆ καὶ ἄθεα τῶν ἐν ἀνθρώποις; ποίαις δ’ οὐκ ἂν ἐνδίκως ὑποβληθεῖεν τιμωρίαις οἶ τῶν μὲν πατρίων φυγάδες, τῶν δ’ ὀθνείων καὶ παρὰ πᾶσι
διαβεβλημένων Ἰουδαïκῶν μνθολογημάτων γενόμενοι c ζηλωταί;
τῷ παρὰ Ἰουδαίοις τιμωμένῳ θεῷ κατὰ τὰ παρ’ αὐἀνοδίαν τοῖς προσανέχειν νόμιμα, καινὴν δέ τινα καὶ ἐρήμην ἑαυτοῖς συντεμεῖν, μήτε τὰ Ἑλλήνων μήτε τὰ Ἰουδαίων φυλάττουσαν ;
ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ’ ἡμᾶς ἐπαί·ων, πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμψαιντο δ’ ἂν ἡμῖν καὶ Εβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα μηδὲν ἡμῖν προσῇ κούσαις, ὅτι τε ἀναιδῶς, ὡς ἂν αὐτοὶ φαῖεν, καὶ ἀναισχύντως ἑαυτοὺς μὲν εἰσωθοῦμεν, τοὺς δὲ οἰκείους καὶ ἐγγενεῖς τῶν αὐτοῖς πατρίων ἐξωθεῖν παραβιαζόμεθα.
Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες, οἱ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων ἥξειν αὐτὸν, οὐχὶ δὲ τόν ἀλλοφύλων ἐθνῶν κατήγγειλαν· εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ γραφαὶ, καὶ ταῦτα Ἰουδαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ
6 εὑ πράττοντας παρακούειν ἡμὰς.
ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ ἑαυτοὺς ἐξαπατῶντας.
ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.