τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προδειμένης πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλὴ, σὺν εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι
βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην τῆς εὐαγγελικῆς διδασκαλίας ὑπόθεσιν.
τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν, πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα πλοῦτον, οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην ζωὴν προξενοῦν, οὐδ’ ὅσα σώματος καὶ φθορὰς
οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα τε καὶ προσήγορα, ὧν καὶ τὰ σώματα ἐξῆπται, σκιὰς b ἐφεπόμενα δίκην.
ἄνωθεν ἐκ τῶν κρειττόνων ἀπῃωρημένον καὶ πρὸς αὐτὰ διακυβρνώμενον καὶ αὖ πάλιν εἰς αὐτὰ c καταλῆγον.
ἂν ἐλαττῷτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν μέγαν προστάτην καὶ παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος;
ἠξιωμένος, ὁμοῦ ψυχῆς τε καὶ σώματος καὶ τῶν ἐκτὸς ἁπάντων εὖ ἂν ἔχοι.
3 εὐαγγελίζεται, οὐκ ἐνθένδε ποθὲν οὐδ’ ἑτέρωθεν, ἀλλὰ πανταχόθεν ἐξ ἁπάντων ἐθνῶν πρὸς τὸν τῶν ὅλων θεὸν παρορμῶν ἥκειν, σπεύδειν τε καὶ πάσῃ προθυμίᾳ ψυχῆς τὸ δῶρον ὑποδέχεσθαι, Ἓλλγνας ὁμοῦ καὶ βαρβάρους, ἄνδρας ἅμα γυναιξὶ καὶ νηπίοις,
πένητάς τε καὶ πλουσίους, σοφοὺς καὶ ἰδιώτας, οὐδὲ τὸ οἰκετικὸν γένος ὑπερφρονῶν τῆς κλήσεως,
ἐθέλουσι καὶ τὴν χάριν εὐμαρῶς ἀσπαζομένοις δω- ρούμενος.
θεῖα διδάσκει λόγια, ἐλθών τε, φησὶν, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς.”
πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὃτι τοῦ κυρίου ἡ βασικεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν·” καὶ πάλιν “εἲπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·’
ὁ δὲ φάσκων “ἐπιφανήσεται κύριος ἐν αὐτοῖς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”
Χριστοῦ διδασκαλίας πέφηνεν, ὡς τὴν πάλαι κηρυττομένην τε καὶ τοῖς μὴ τούτων ἀπείροις προσδοκωμένην τῶν ἐθνῶν ἁπάντων θεογνωσίαν εἰκότως ἡμῖν τὸν ἔναγχος ἐξ οὐρανοῦ παρόντα λόγον εὐαγγελίζεσθαι, ταῖς τῶν παλαιῶν φωναῖς τὰ διὰ τῶν ἔργων
ἀποτελέσματα συντρέχειν ἐπιδεικνύμενον.
δι’ ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προσιόντας, παρ’ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν
τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς b ὅλης ὑποθέσεως, ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς, παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμὰς διερευνωμένου.
ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα, τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη πάρεσκευασμένοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τ·οῦ
θεοῦμυστικῆς οἰκονομίας.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.