τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προδειμένης πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλὴ, σὺν εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι
βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην τῆς εὐαγγελικῆς διδασκαλίας ὑπόθεσιν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.