τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν, πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα πλοῦτον, οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην ζωὴν προξενοῦν, οὐδ’ ὅσα σώματος καὶ φθορὰς
οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα τε καὶ προσήγορα, ὧν καὶ τὰ σώματα ἐξῆπται, σκιὰς b ἐφεπόμενα δίκην.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.