συκφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς δι’ ἀποδείξεως παριστάναι, ἀλόγῳ δὲ πίστει προσέχειν ἀποφηναμένους.
ἀποδείξεων, καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους d ἡμῖν ἐν ταῖς λογικωτέραις ζητήσεσιν ἀντιρρήσεων, δι’ ὧν τε φιλοτιμούμεθα ποιεῖσθαι ἀγράφων τε καὶ ἐγ- γράφων ἰδίᾳ τε καὶ πρὸς ἕκαστον τῶν ἐρωτώντων καὶ κοινῇ πρὸς τὰ πλήθη διαλέξεων·
πραγματείαν περιεχόντων τῆς εὐαγγελικῆς ἀποδείξεως, ἐν ᾗ πᾶσαν τὴν ἐκ θεοῦ χάριν καὶ τὴν οὐράνιον εὐεργεσίαν ὁ παρὼν λόγος πάντας ἀνθρώπους εὐαγγελίζεται, τὴν κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίαν λογικώτεον
διὰ πλείστων καὶ ἐναργῶν ἀποδείξεων πιστούμενος.
ὑπομνήμασι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις διερμηνεύσασι τοτὲ δὲ τοῖς καθ’ ἡμᾶς δόγμασιν ἀγωνιστικώτερον πρεσβεύσασιν.
καὶ σοφιστικὰς πιθανολογίας παραιτούμενος, ἀναμφι- λόγοις δὲ χρώμενος ταῖς ἀποδείξεσι, φησί που “καὶ b ὁ λόγος ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς ἀνθρωπίνης] σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δνυάμεως.” οἶς ἐπιλέγει “σοφίαν δὲ λαλοῦμεν ἐν
τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεδρυμμ;νην. καὶ αὖθις ἡ ἱκανότης ἡμῶν φησὶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς
διαθήκης.’
καὶ ἀδιάπτωτον τῶν ἀρχῆθεν καταγγειλάντων d ἡμῖν τὸν τῆς θεοσεβείας λόγον γραμμικαῖς ἀποδείξεσιν παριστῶντα.
τὴν ἔνθεον καὶ οὐράνιον ζωὴν εὐαγγελιζομένη, διαρρήδην εἰσέτι καὶ νῦν ἐπιδείκνυται.
δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ᾿ οὓς ἐνηνθρωπήκει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσαν, ἐνθέῳ προγνώσει ἀήττητον καὶ ἀκατάπληκτον ἔσεσθαι, καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον,
8 ὡς ἂν ἐπ᾿ ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζωμένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν ἀναιδῶς παρεσκευασμένων.
γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν ἂν τῇ προρρήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις , ἀλλ᾿ οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη, προφήσασά τε καὶ ἔργοις
7 ἐπιτελέσασα;
καὶ μέχρις οὐρανίων ἀψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ψυχῶν μετεωριζομένη, δοξαζομένη τε ὁσημέραι, καὶ εἰς ἅπαντας τὸ νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ’ αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα, οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα,
ἀλλ’ οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα· διὰ c μίαν ἐκείνην ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπὼν ‘‘ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’·
ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς ἐνθέοις αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν· περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν.
τῆς καθ’ ἡμὰς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν Ἑβραι·κῶν γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων ἐτῶν οἱ παρ’ Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες ὀνομαστὶ τῆς τε Χριστοῦ προσηγορίας ἐμνήσθησαν καὶ
τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν, τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας αὐτοῦ τρόπον κατήγγειλαν, προειπόντες τὴν ἐσομένην εἰς αὐτὸν ἀπιστίαν καὶ ἀντιλογίαν τοῦ Ἰουδαίων ἔθνους, τά τε κατ’ αὐτοῦ δρασθέντα αὐτοῖς
καὶ τὰ ἐπὶ τούτοις αὐτίκα καὶ οὐκ εἰς μακρὰν μετελθόντα αὐτοῖς σκυθρωπά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως 9 αὐτῶν τὴν ἐσχάτην πολιορκίαν, καὶ τῆς βασιλείας τὴν παντελῆ καθαίρεσιν, αὐτῶν τε τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, καὶ τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, ἃ καὶ ταῖς προρρήσεσιν ἀκο- λούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν φαί- νονται πεπονθότες.
πλαγείη τῶν αὐτῶν ἀκούων προφητῶν, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν, b τὴν τῶν ἐθνῶν κλῆσιν λαμπραῖς καὶ διαυγέσι φωναῖς εὐαγγελιζομένων; ἣ καὶ αὐτὴ ἄντικρυς εἰς ἔργον ἐχώρησε ταῖς προφητείαις ἀκολούθως διὰ τῆς τοῦ σωτῆρος
ἡμῶν διδασκαλίας.
δὴ καὶ τὸν διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου φήσαντα “κύριε ὁ θεός μου, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆςγῆς, καὶ ἐροῦσιν ὡςψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἢν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί;”
d
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.