μὴ ἔχοντα δὲ ὕδωρ ἐκεῖ γλυκὺ, ἀλλὰ πικρὸν , τοῦ θεοῦ εἰπόντος ξύλον τι ἐμβαλεῖν εἰς τὴν πηγὴν, καὶ γενέσθαι γλυκὺ τὸ ὕδωρ. ἐκεῖθεν δὲ εἰς ’Eλεὶμ ἐλθεῖν, καὶ εὑρεῖν ἐκεῖ δώδεκα μὲν πηγὰς ὑδάτων, ἑβδομήκοντα δὲ στελέχη φοινίκων. περὶ τούτων καὶ
τοῦ φανέντος ὀρνέου Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ παρεισάγει τινὰ λέγοντα τῷ Μώσῃ περὶ μὲν τῶν φοινίκων καὶ τῶν δώδεκα πηγῶν οὕτως
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.