πάλιν μεθ’ ἔτερα ἐπιλέγει “Φηδὶ δὲ καὶ Ἑξεκιῆλος ἐν τῷ δράματι τῷ ἐπιγραφομένῳ Ἐξαγωγὴ, παρεισάγων ἄγγελον λέγοντα τήν τε τῶν Ἑβραίων διάθεσιν καὶ τὴν τῶν Αἰγυπτίων φθορὰν οὔτως
ὡς γὰρ σὺν ὄχλῳ τῷδ’ ἀφώρμησεν δόμων
βασιλευς Φαραὼ μυρίων ὄπλων μέτα,
ἴππου τε τάσης καρμάτων τετραόρων,
καὶ προστάταισι καὶ παραστάταις ομοῦ,
ἦν φρικτὸς ἀνδρῶν ἐκτεταγμένων ὄχλος.
πεζοὶ μὲν ἐν μέσοισι καὶ φαλαγγικοὶ
διεκδρομὰς ἔχοντες ἄρμασιν τόπους·
261
ἱππεῖς δ’ ἔταξε, τοὺς μὲν ἐξ εὐωνύμων
ἐκ δεξιῶν δὲ ράντας Αἰγύπτου δτρατοῦ.
c
τὸν πάντας δ’ ἀριθμὸν ἠρόμην ἐγὼ στρατοῦ·
μυριάδες ἦσαν ἑκατον τὐανδρου μεώ.
ἐπεὶ δ’ Ἐβραίων οὑμὸς ἤντησεν στρατὸς,
οἱ μὲν παρ’ ἀκτὴν πλησίον βεβλημένοι
ἐρυθρὰς θαλάσσης ἤσαν ἠθροισμένοι ·
οἱ μὲν τέκνοισι νηπίοις δίδουν βορὰν,
ὁμοῦ τε καὶ δάμαρσιν, ἔμπονοι κόπῳ ·
κτήνη τε πολλὰ, καὶ δόμων ἀποσκευὴ,
αὐτοὶ δ’ ἄνοπλοι πάντες εἰς μάχην χέρας
d
ἰδόντες ἡμᾶς ἠλάλαξαν ἔνδακρυν
φωνὴν, πρὸς αἰθέρα τ’ ἐτάθησαν ἀθρόοι,
θεὸν πατρῷον. ἦν πολὺς δ’ ἀνδρῶν ὄχλος.
ἡμᾶς δὲ χάρμα πάντας εἶχεν ἐν μέρει.
ἔπειθ’ ὑπ’ αὐτοὺς θήκαμεν παρεμβολὴν,
Βεελζεφών τις κλῄζεται πόλις βροτοῖς.
ἐπεὶ δὲ Τιτᾶν ἥλιος δυσμαῖς προσῆν,
ἐπέσχομεν, θέλοντες ὄρθριον μάχην,
πεποιθότες λαοῖσι καὶ φρικτοῖς ὅπλοις.
ἔπειτα θείων ἄρχεται τεραστίων
θαυμάστ’ ἰδέσθαι. καί τις ἐξαίφνης μέγας
445
στῦλος νεφώδης ἐστάθη πρὸ γῆς μέγας.
παρεμβολῆς ἡμῶν τε χἐβραίων μέσος.
κἄπειθ’ ὁ κείνων ἡγεμὼν Μώσης, λαβὼν
ῥάβδον θεοῦ, τῇ δὴ πρὶν Αἰγύπτῳ κακὰ
σημεῖα καὶ τεράστι' ἐξεμήσατο ’
b
ἔτυψ’ ἐρυθρᾶς νῶτα κἄσχισεν μέσον
βάθος θαλάσσης · οἱ δὲ σύμπαντες
ὤρουσαν ὠκεῖς ἁλμυρᾶς δι’ ἀτραποῦ.
ἡμεῖς δ’ ἐπ’ αὐτῆς ᾠχόμεσθα συντόμως
κατ’ ἴχνος αὐτῶν· νυκτὸς εἰσεκύρσαμεν
βοηδρομοῦντες · ἁρμάτων δ’ ἄφνω
οὐκ ἐστρέφοντο, δέσμιοι δ’ ὣς ἥρμοσαν.
c
ἀπ’ οὐρανοῦ δὲ φέγγος ὡς πυρὸς μέγα
ὤφθη τι ἡμῖν· ὡς μὲν εἰκάζειν, παρὴν
αὐτοῖς ἀρωγὸς ὁ θεός. ὡς δ’ ἤδη πέραν
ἤσαν θαλάσσης, κῦμα δ’ ἐρροίβδει μέγα
σύνεγγυς ἡμῶν· καί τις ἠλάλαξ’ ἰδὼν,
φεύγωμεν οἴκοι πρόσθεν ὑψίστου χέρας·
οἶς μὲν γάρ ἐστ’ ἀρωγὸς, ἡμῖν δ’ ἀθλίοις
ὄλεθρον ἕρδει· καὶ συνεκλύσθη πόρος
262
ἐρυθρᾶς θαλάσσης καὶ στρατὸν διώλεσε.”