εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος, ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνεστὼς ἐπλεόναζέν τε ὁσημέραι καὶ ἐπλήθυνεν, τὰ μὲν c τῆς εὐσεβοῦς ἀγωγῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει καὶ ἀπημβλύνετο,
τὰ δὲ τῆς παρ’ Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλουμένων κατίσχυε πληθύος ὡς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ’ Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.