δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν ῥῆμα τὸ μέγα τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ;” ἐφ’ οἷς οἶα νικηφόρον τοῖς ἀρετῆς βραβείοις ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων θεὸς τὴν κατὰ b τῶν δεσποτῶν αὐτοῦ καὶ αὐτῆς Αἰγύπτου βασιλείαν
τε καὶ ἡγεμονίαν παραδίδωσι· πλὴν ἀλλὰ καὶ οὗτος Εβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἢν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις ἀνείληπται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.