ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾧ ἐστὶν ἄλλοτ’ ἄλλως φερομένου. πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γὰρ ἦν ποτὲ ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτὲ
ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.