c αὐτῆς τυγχάνει.
ἀλλ’ ἢ ὡς ὁ λόγος ἀπαιτεῖ) ἔν τι γεννητὸν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν. οὕτως ἀνάγκη, εἰ μὴ κεχώρισται τῆς ὕλης ὁ θεὸς, 199 d ἐν τὸ ἀγέννητον εἶναι λέγειν.
ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται· ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων.
λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγέννητα δοθείη τρία. καὶ γὰρ ἐπὶ τούτων ἐροίμην ἂν εἰ κεχώρισται ἀλλήλων, ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον.
ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν.”
τόπῳ τῇ ὕλῃ τὸν θεὸν, ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον.
ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾧ ἐστὶν ἄλλοτ’ ἄλλως φερομένου. πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γὰρ ἦν ποτὲ ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτὲ
ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός.
αὐτῆς ὅλον ἐχώρησεν αὐτόν· εἰ δ’ ἐν πάσῃ εἶναι λέγοι τῇ ὕλῃ, πῶς ταύτην ἐδημιούργει φραστέον. ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα
ὑποχωρήσεως τόπον.
ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ κακὰ, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεὸν καὶ τοῦτο
φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις.”
ἀδύνατον ὑπάρχειν αὐτὴν ἀγέννητον· ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτ᾿ ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γενομένου τοῦ λόγου καθ᾿ ὃν τρόπον ἐστὶ τὰ κακὰ καὶ ὅτι οὐχ οἶόν τέ ἐστιν
ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ.
αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι εἰπεῖν ἀναγκαῖον. ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάξειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρὸς τοῦ θεοῦ.
ποιοῦντάς τινα, εἰ καὶ ὅτι μάλιστα δοκοῦσι ποιεῖν ἔν τινι, οἷον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν. καὶ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν.
ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν, ἢ αὖ πάλιν τοὺς ναοὺς, ἀλλ’ ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται, ἀλλ’ ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται.
μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης γίνεται. οὐ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ ἑαυτῆς οὖσαν δοῦναι τὴν
τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶν καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ γίνωνται.
φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται.
καί σου βραχέα πυθέσθαι βούλομαι. τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι, ἢ ποιότητες οὐσιῶν;
c περιττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου.
ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν.
τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως, καὶ σὲ δὲ οὐτῶ διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἴῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, - τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ.
εἰναι;
αὕτη δὲ οὐ δεῖταί τινος, ἐν ὁ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἶ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ b εἶναι λαμβάνουσιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά.
ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινὸς, οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. οἶον ἄνθρωπος ὁ φονεὺς, καθ’ ὃν μὲν λόγον ἄνθρωπός ἐστιν ὑπάρχει οὐσία· ὁ δὲ ὃν ποιεῖ φόνος οὐκ ἔστιν οὐσία, ἀλλ’ ἔργον τῆς οὐσίας.
ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή· οὔτε γὰρ ὁ φόνος ἐστὶν ἡ οὐσία οὔτ’ αὖ πάλιν ἡ μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς
ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρὸς, τῆς οὐσίας οὔτ’ ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφ’ ὧν οὕτ’ ὡς ὀνομάζεσθαι d δοκεῖ, οὐδ’ ὁπότερον αὐτῶν οὖσα, ὁμοίως μοι
φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαβάνειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν.
ὑποβάλλει ποιεῖν τὰ κακὰ, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς, ἀλλ’ αἱ ἐνέργειαι αὐτοῦ, ἀφ’ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει.
342
ἀνθρώπων, ἔσονται τούτων οἶ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ’ εἶναι αἴτιοι.
δὲ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακὸς, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κάκεῖνος εἶναι κακὸς, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακὸς, οὐδὲ ἀγέννητα τὰ κακὰ τῷ γεννητὰ πρὸς αὐτοῦ εἶναι φάναι.
τὰ κακὰ, τῶν κακῶν ἔσται ποιητὴς ὁ θεός.
αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶν ποιότητος εἶδος.
ἔνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ᾐ, τούτων δὲ ἀπάντων ἡ ὕλη αἰτία.
ἁπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλ’ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γὰρ εἰ ὁ προσζητῶν παρὰ λόγον ὁρισάμενος 343 ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς ἐθέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσιε, ἀλλ’ εἴ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο λέξει· παρ’ ὧν δυοῖν θάτερον ἔσται· ἢ γὰρ καὶ πρὸς ὃ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφεληθήσεται, ἢ τὸν
προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα.
καὶ ταύτας ὑπάρχειν.
πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέθ’ ὑπάρχειν ἐκείνας αἴπερ ἦσάν ποτε, ἀλλ’ ἑτέρας παρ’ αὐτὰς γενέσθαι, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας αἵπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν;
c
ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἶ λίθοι
d τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω.
πυθέσθαι προαιρουμένῳ. λέγε δὴ εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν;
ποιότητες ὁποῖαί ποτ’ ἤσαν τῇ φύσει. ἢ, εἰ μὲν πρό- τερον οὐκ ἦσαν ποιότητες κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν ὁ θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ
εἶναι κακάς·
ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὦν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς ἐδημιούργει, μέρος δέ τι οὕτως εἴα, δυνάμενος κἀκεῖνα τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἷναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ
d θρῷ οὗ ἐδημιούργησε μέρους.
ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν.
καὶ ζῷον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφ’ οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει, καὶ τοῦθ’, ὅπερ ἐπὶ εὐεργεσία τῆς ὕλης
πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον 345 ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ.
αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος.
ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ b δοκεῖ.
μονοειδὴς, σύνθετος δὲ ὁ κόσμος, καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει * * * τὸ γὰρ σύνθετον ἁπλῶν τινων μίξιν μηνύει.
συνετέθη, ἦν ποτε καθ’ ἑαυτὰ τὰ ἁπλὰ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γεννητὴ οὖσα δείκνυται.
εἰ δὲ ἢν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἣν, οὐκ ἦν δέ ποτε καῖρος ὅτε τὸ ἀγέννητον οὐκ ἢν, οὐκ ἔσται ἀγέννητος ἡ ὕλη.
δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;
πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τοι τοις παραπλήσια;
b ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐδ’ αὐτὰ ἔσονται ὕλη τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένον λόγον.
οἶον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται καὶ τὸ φῶς ὁμοίως ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται‚ πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν
αὐτὴ αὑτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.’’
ἐπικαλεσάμενοι τὸν θεὸν, ἀναπληρώσομεν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.