τὴν ὄψιν τοῦ φωτὸς καταπλαγέντες πρώτους θεὺς ἀνηγόρευσαν, μόνους αἰτίους τῶν ὅλων εἶναι ἀπο- φηνάμενοι· οἶ δὲ τοὺς ἀπὸ γῆς καρποὺς τήν τε ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν οὐσίαν τά τε λοιπὰ τοῦ κόσμου μέρη, δι’ ὧν αὐτοῖς τὰ σώματα τρεφό- μενά τε καὶ πιαινόμενα τὴν ἔνσαρκον ὁμοῦ ζωήν τε
καὶ ἡδονὴν ἐθηρᾶτο, θεῶν πάλιν προσηγορίᾳ τετι- μήκασιν· οἱ δὲ πολὺ πρότερον τούτων γυμνῇ καὶ ἀκαλύπτῳ κεφαλῇ τὰ σφέτερα πάθη καὶ τὴν δέσποι- ναν αὐτῶν ἡδονὴν, ἔρωτα καὶ πόθον καὶ ἀφροδίτην, καὶ αὐτῶν τῶν θεῶν κρατεῖν εἰπόντες ἀπεθέωσαν·
οἶ δὲ τοὺς τῶν ἡδέων χορηγούς τε καὶ εὑρετὰς αὐτοῖς 300 γενομένους ἄνδρας τυράννους τινὰς καὶ δυνάστας, δι’ ἃς ἔτυχον ἐξ αὐτῶν εὐπαθείας, ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν ἐθεοποίησαν· οἱ δὲ μοχθηρῶν πνευμάτων καὶ δαιμόνων γενόμενοι παραπαίγνια
ἔτι μειζόνως τὸ παθητικὸν αὐτῶν μέρος τῆς ψυχῆς συνηύξησαν , τὰ ἡδέα καὶ παρὰ τούτων διὰ τῆς νενομισμένης αὐτῶν θεραπείας ἐκπορίζοντες· οἶ δὲ μηδενὸς τούτων ἀνασχόμενοι τὸ ἄθεον ὡς πολὺ κρεῖττον τῆς τοιᾶσδε θεολογίας εἰσηγήσαντο· b
οἷ δὲ ἔτι τούτων ἁπάντων ἀναιδέστεροι τὸν φιλόσοφον καὶ τρισευδαίμονα βίον οὐδ’ ἄλλον εἶναι ἢ τὸν ἡδὺν ἀπεφήναντο , τέλος τῶν ἀγαθῶν τὴν ἡδονὴν ὁρισάμενοι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.