χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει τῷ μηδέν περί τῆς ἐν αὐτοῖς ψνχῆς διειληφέναι πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν c ὑπάρχειν ἡγησάμενοι, τὸ καλόν καὶ συμφέρον καὶ μόνον ἀγαθὸν τῇ τῶν σωμάτων ἀνέθηκαν ἡδονῇ·
μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ προσηνὲς καὶ ἡδὺ πρὸς ἀπόλανσίν τε εὐδαίμονος βίου αὐτάρκη, περισπονδαστον ὑποθέμενοι θεῶν μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς ζωῆς αν της, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς,
ἐφιέμενοι, καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὲ ἡδέως ζῆν ἀσπαζόμενοι, τοῦτο καὶ τοῖς ἰδίοις εὐξάμενοι παιβἰν ὡς μόνον ἀγαθὸν παρεῖναι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.