ἡδονῇ θεῷ , μᾶλλον δὲ αἰσχρῷ καὶ ἀκολάστῳ δαίμονι, καταδεδουλῖομένον παντοίαις ἐνεφύρετο ταλαιπωρίαις. αἵ τε γὰρ θήλειαι αὐτῶν, κατὰ τὸν ἱερὸν ἀπόστολον, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας εἰς τὴν παρὰ φύσιν · ὁμοίως δὲ καὶ οἱ ἄρρενες, c
ἀφέντες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, - ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρεωες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.