τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν 134 πολέμων συμφοραῖς, ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ δι’ ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας, ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες
ὅπως καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμέ νοῦς παρώξυνον, καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγ- μάτων τὰς ἀποκρίσεις ἐποιοῦντο, καὶ ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας, καὶ ὡς τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἀπεκρύπτοντο.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.