τοῦ τῶν πραγμάτων τέλους τὴν ἔκβασιν ἀπειληφότος, εἰ μήποτ᾿ ἄρα σπανίως ἕν ποτε ἐκ μυρίων συμβὰν κατά τινα φορὰν συντυχικὴν, ἢ κατὰ τὴν στοχασθεἴ- ’σαν τοῦ μέλλοντος προσδοκίαν, τὸν χρησμὸν ἐπαλη- θεύειν ἐνομίσθη ποιεῖν.
μνημονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέ τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχε, θαυμάζοι ὡς κατὰ μαντείαν χαἲ
πρόγνωσιν ἔνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη περιελθεῖν ἀριθμόν.
ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεως τε καὶ πολέμων οἶ δεδηλωμένοι , σκέψασθαί τε τῶν πα- λαιῶν τὰς ἱστορίας, καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνι- κάδε ἀρετῆς τι θεῖον ἔργον ἐνεδείξαντο, ὁπηνίκα
ἤνθει μὲν τὰ Ἑλληνικὰ, συνειστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ’ ὄντα χρηστήρια, πάσης προ- νοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων, τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόντων.
τὸ μηδὲν δύνασθαι ἀπηλέγχθησαν ἐν ταῖς τῶν 134 πολέμων συμφοραῖς, ἐν αἷς βοηθεῖν ἀδυνατοῦντες οἱ γενναῖοι θεσπιῳδοὶ δι’ ἀμφιβολίας τῶν χρησμῶν ἥλωσαν σοφισάμενοι τοὺς πρόσφυγας, ὥσπερ οὖν κατὰ τὸν δέοντα καιρὸν ἐπιδείξομεν, παριστῶντες
ὅπως καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμέ νοῦς παρώξυνον, καὶ ὡς οὐδὲ περὶ σπουδαίων πραγ- μάτων τὰς ἀποκρίσεις ἐποιοῦντο, καὶ ὡς ἐπλάνων διὰ τῶν χρησμῶν παίζοντες τοὺς ἐρωτῶντας, καὶ ὡς τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἀπεκρύπτοντο.
ἀρρώστοις πολλάκις ῥῶσιν καὶ ζωὴν καὶ σωτηρίαν ὑποσχόμενοι, κἄπειτα πιστευθέντες ὡς δὴ θεοὶ, καὶ τῆς ἐνθέου ταύτης ἐμπορίας μεγάλους τοὺς μισθοὺς εἰσπραξάμενοι, οὐ μετὰ πλεῖστον οἵτινες ἦσαν ἐφωράθησαν, γόητες ἄνδρες, ἀλλ᾿ οὐ θεοὶ διελεγχθέντες,
οὐκ αἰσίας καταστροφῆς τοὺς ἠπατημένους διαλαβούσης.
ἀναπήρους καὶ πᾶν τὸ σῶμα λελωβημένους μυρίους; τί δή ποτε οὖν τοῖς μὲν ἔξω καὶ πόρρωθεν ἐξ ἀλλοδαπῆς ἀφικνουμένοις τὰς χρηστὰς ὑπέγραφον ἐλπίδας, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὸ αὐτὸ συνοίκοις, οἷς δὴ πρὸ πάντων ἐχρῆν, ὡς ἂν οἰκείοις φίλοις καὶ
συμπολίταις, τὸ ἐκ τῆς τῶν θεῶν παρουσίας ἀγαθὸν παρέχειν, ἀλλ᾿ ὅτι τοὺς μὲν ξένους ἀγνῶτας ὄντας τῆς ῥᾳδιουργίας ῥᾷον ἂν καὶ ἀπατήσαιεν, οὐκέτι δὲ d τοὺς συνήθεις, ὡς ἂν τῆς τέχνης οὐκ ἀπείρους, συνί- 81 στορας δὲ ὄντας τῆς ἐπὶ τοῖς τελουμένοις παιδιᾶς;
νεὼς αὐτῶν ὑπομεῖναι.
κατὰ τοὺς τῶν Πτολεμαίων χρόνους, καθ’ οὓς λέγεται καὶ τὸ τῆς Ἑστίας ἱερὸν ἐπὶ Ῥώμης ἐμπρη- σμὸν ὑπομεῖναι· ἀμφὶ δὲ Ἰούλιον Καίσαρα τὸ μέγα τῶν Ἑλλήνων καὶ Ὀλυμπικὸν ἄγαλμα, τὸ ἐν αὐταῖς Ὀλυμπιάσι, κεραυνῷ πρὸς τοῦ θεοῦ βληθὲν ἀναγράφουσι·
καὶ ἄλλοτέ φασι τὸν νεὼν τοῦ Καπιτωλίου Δῖός ἐμπρησθῆναι· καὶ τό γε Πάνθεον ὑπὸ κεραυνοῦ b διαφθαρῆναι, τό τε Ἀλεξανδρείᾳ ὁμοίως καταφλεχθῇναι.
ἂν εἴη λόγος, εἰ μέλλοι τις τὰ καθ’ ἕκαστον ἐξαριθμεῖσθαι, παριστάναι πειρώμενος ὅτι μηδὲ τοῖς οἰ- κείοις ἱεροῖς ἐπαμῦναι οἱ θαυμαστοὶ χρησμοδόται δυ- νατοὶ πεφώρανται · οἱ δὲ μηδὲ σφίσιν αὐτοῖς ἐν συμ- φοραῖς γενόμενοι χρήσιμοι σχολῇ γ’ ἂν ποτε κἂν
ἄλλοις ἐπαρκέσειαν.
αὐτοὺς, ἐπὶ τῇ θεοσοφίᾳ ταύτῃ βοηθέντες, διὰ βα- σάνων αἰκίας ἐπὶ τῶν Ῥωμαϊκῶν δικαστηρίων τὴν τὴνπᾶσαν ἐξέφηναν πλάνην ἀνδρῶν ἀπάταις γίγνεσθαι, γοητείαν τετεχνασμένην τὸ πὰν εἶναι ὁμολογήσαντες · οἵ γε καὶ τὸν πάντα τρόπον τῆς κατασκευῆς καὶ τὰς
μεθόδους τῆς κακοτεχνίας ταῖς πρὸς αὐτῶν ἐν ὑπομνήμασιν d ἀφεθείσαις φωναῖς ἐνεγράψαντο.
ἀφανῶν τινάς · οἱ μέν γε αὐτοῖς ἀπὸ τῆς θαυμαστῆς ταύτης καὶ γενναίας φιλοσοφίας ὡρμῶντο, τῶν ἀμφὶ τὸν τρίβωνα, καὶ τὴν ἄλλην ὀφρῦν ἀνεσπακότων, οἶ δὲ ἀπὸ τῶν ἐν τέλει τῆς Ἀντιοχέων ἡλίσκοντο πόλεως, οἱ δὴ μάλιστα καὶ ἐπὶ ταῖς καθ’ ἡμῶν ὕβρεσιν
ἐν τῷ καθ’ ἡμᾶς διωγμῷ λαμπρυνόμενοι ἴσμεν 136 δὲ καὶ τὸν φιλόσοφον ὁμοῦ καὶ προφήτην τὰ ὅμοια τοῖς εἰρημένοις κατὰ τὴν Μίλητον ὑπομείναντα.
τοὺς τῶν κατὰ πόλεις χρηστηρίων αἰτίους , πλάνην δὲ καὶ ἀπάτην ἀνδρῶν γοήτων.
, κυνικοὶ τε καὶ Ἐπικούρειοι, οὓς καὶ μάλιστα b ἔγωγε ἐθαύμασα, ὅπως ἐν τοῖς Ἑλλήνων ἤθεσι τραφέντες ἐξέτι τε σπαργάνων, παῖς παρὰ πατρὸς θεοὺς εἶναι τοὺς δηλουμένους παρειληφότες , οὐ θατέρᾳ ληπτοὶ γεγόνασιν, ἀλλὰ κατὰ κράτος καὶ τὰ βοώμενα
χρηστήρια καὶ τὰ παρὰ πᾶσι μεταδιωκόμενα μαντεῖα οὐδὲν φέρειν ἀληθὲς ἀπήλεγξαν, ἀνωφελῆ τε εἶναι 82 ἀπεφήναντο καὶ μᾶλλον ἐπιβλαβῆ τυγχάνειν
χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ ἴ’ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προρρήσεως κατασκευασθέντα. γράφει δ᾿ οὖν πρὸς αὐτὸν ὁ συγγραφεὺς, ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην, καὶ ὅτι ἐν τοἲς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα διαψεύδονται, καὶ ὅτι σπανίως αὐτοῖς ἐκ συντυχίας ποτέ τινα συμ-
d βαίνει, ὅτι τε ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις. ἄκουε δ᾿ οὖν ἅ φησι κατὰ λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.