ΠΡΟΟΙΜΙΟΝ.
129 78ἡμῶν ἠλευθερώθημεν, ἐν τῷ τετάρτῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ.
εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρη- μένον, εἰς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον , ταύτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγ- γραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικὸν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσι, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύ
θους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαί- ρουσι προσαγορεύοντες , καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστὼς , πολιτικὸν αὐτοῖς προσαγορευόμενον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται,
ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ τῆς τῶν θεολο- γουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον.
εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν , ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐ- δενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια, μηδὲ κινεῖν τὰ ἀκίνητα,
στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ, μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. d ταύτῃ γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν.
θεολογίας εἶδος ὅπη τις βούλεται ποιητῶν τιθέσθω, ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον · τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται,
μήτε τις ποιητῶν, φασὶ, μήτε φιλοσόφων κινείτω, τοῖς δ’ ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἴν τε ἀγροῖς καὶ πόλεσι μενέτω πᾶς στοιχῶν, νόμοις πατρίοις πειθόμενος.
ματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις, καὶ τοῖς τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης.
τῷ πρώτῳ δέδεικται συγγράμματι, ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβία- b στον αὐτοῖς περιέχει τὴν ἐξήγησιν.
ξοάνοις ἐμφωλευούσας δυνάμεις, πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας, ἢ τούτων ἁπάντων τὰ ἐναντία.
ὑπεστήσατο, καθόλου περιγράφων τὴν δόξαν, ὡς μὴ ὅτι θεοῦ, ἀλλὰ μηδὲ πονηροῦ δαίμονος c εἶναι νομίζειν τὰ περὶ αὐτοῦ θρυλούμενα. τὰ μὲν γὰρ ποιήματα καὶ τὰς τῶν χρησμῶν συνθέσεις οὐκ ἀφυῶν ἀνδρῶν, εὖ μάλα δὲ πρὸς ἀπάτην ἐσκευωρημένων
πλάσματα τυγχάνειν, μέσῳ καὶ ἀμφιβόλῳ συγκείμενα τρόπῳ, πρὸς ἑκάτερά τε τῶν ἀπὸ τῆς ἐκβάσεως προσδοκωμένων οὐκ ἀφυῶς ἐφαρμόζειν· τὰ δὲ τὸν πολὺν ἀπατῶντα διά τινων τερατειῶν θαύματα φυσικαῖς αἰτίαις ἀνῆφθαι.
εἴδη ῥιζῶν καὶ βοτανῶν καὶ φυτῶν καὶ καρπῶν καὶ d καὶ λίθων, ξηρῶν τε ἄλλων καὶ ὑγρῶν παντοίας ὕλης δυνάμεων ἐν τῇ τῶν ὅλων φύσει, τὰ μὲν ἀποκρου- στικὰ καί τινων ἀπελαστικἀ, τὰ δὲ συνάγειν πεθυκότα καὶ ἐφέλκεσθαι, τὰ δὲ διακρίνειν καὶ σκεδαν- νύναι πυκνοῦν τε καὶ στέλλειν δυνάμενα, ἕτερα δὲ χαλᾶν καὶ ὑγραίνειν καὶ ἀραιοῦν, σώζειν τε αὖ πάλιν ἄλλα καὶ ἕτερα κτείνειν, τρέπειν τε διόλου, καὶ
τὸ παρὸν ἐναλλάττειν, καὶ τοτὲ μὲν τῇδε μεταποιεῖν, τοτὲ δὲ τῇδε, καὶ τὰ μὲν πρὸς πλείω χρόνον , τὰ δὲ πρὸς βραχὺν τοῦτο ποιεῖν, καὶ πάλιν τὰ μὲν εἰς πλῆ- θος, τὰ δὲ μέχρις ὀλίγων μόνον ἰσχύειν, καὶ τῶν μὲν τάδε ἡγεῖσθαι , τισὶ δὲ ἕτερα ἐπακολουθεῖν, συντρέχειν
τε ἄλλα ἄλλοις καὶ συναύξειν καὶ συμφθείρεσθαι· 132 ναὶ μὴν καὶ ὑγιείας εἶναι τινὰ ποιητικὰ , ἰα- τρικῆς οὐκ ἄπωθεν ἐπιστήμης, , τὰ δὲ νοσοποιὰ τυγ- χάνειν καὶ δηλητήρια· ἤδη δὲ φυσικαῖς ἀνάγκαις συμβαίνειν τινὰ, καὶ τῇ σελήνῃ συναύξειν καὶ συμφθίνειν,
φθίνειν, ζῴων τε εἶναι καὶ φυτῶν καὶ ῥιζῶν ἀντι- παθείας μυρίας, καὶ πολλὰ θυμιαμάτων καρωτικῶν τε καὶ ὑπνωτικῶν, ἑτέρων δὲ φαντασίας ποιητικῶν· συναίρεσθαι δὲ οὐχ ἥκιστα καὶ τὰ χωρία καὶ τοὺς τόπους ἐν οἶς τελίσκεται τὰ γιγνόμενα · ὄργανά τε
εἶναι καὶ σκεύη πόρρωθεν αὐτοῖς ἐπιτηδείως τῇ τέχνῃ προηυτρεπισμένα· πολλοὺς δὲ καὶ συνεργοὺς b τῆς μαγγανείας παραλαμβάνεσθαι ἔξωθεν, πολυπραγμονοῦντας τοὺς ἀφικνουμένους καὶ τὰς ἑκάστου χρείας καὶ ὧν ἧκέ τις δεησόμενος· πολλὰ δὲ καὶ τὰ ἄδυτα
καὶ τοὺς τοῖς πολλοῖς ἀβάτους μυχοὺς τῶν ἱερῶν ἐν- τὸς ἀποκρύπτειν· καὶ τὸ σκότος δὲ οὐ μικρὰ συνερ- γεῖν τῇ κατ' αὐτοὺς ὑποθέσει· καὶ αὐτὴν δὲ οὐχ ἥκιστα τὴν προλαβοῦσαν ὑπόληψιν καὶ τὴν τῶν ὡς θεοῖς προσιόντων αὐτοῖς δεισιδαιμονίαν, τήν τε ἐκ
προγόνων προκατασχοῦσαν ἐν αὐτοῖς δόξαν.
τοτὲ μὲν τὰ πρὸς ἡδονὴν ἑκάστῳ προὐ̓πισχνου- προυπισχνουμένων καὶ τὸ παρὸν ἐπὶ χρησταῖς ἐλπίσι θεραπευόντων, τοτὲ δὲ τοῦ μέλλοντος καταστοχαζομένων, καὶ εἰς ἄδηλον καταμαντευομένων, τήν τε διάνοιαν τῶν χρησμῶν ἀμφιβολίαις ῥημάτων καὶ ἀσαφείαις ἐπισκοτούντων,
ὡς μή τινα συνιέναι τὸ χρησθὲν, τῇ δὲ d τοῦ λεχθέντος ἀδηλίᾳ τὸν ἔλεγχον ἐκφεύγειν.
ἐπιρρήσεως, ἵνα δὴ ὑπὸ τούτων σπουδάζεσθαι δοκῇ τὰ μηδ᾿ ὁτιοῦν πρὸς αὐτῶν γιγνόμενα· μάλιστα δὲ τοὺς πολλοὺς καὶ τῶν ἀπὸ παιδείας ὁρμᾶσθαι νομιζομένων ἐκπλήττειν αὐτῶν δὴ τῶν χρησμῶν τὰ ποιήματα, εὖ μὲν τῇ συνθέσει τῶν ῥημάτων κεκαλλωπισμένα,
εὖ δὲ τῷ τῆς μεγαλοφωνίας ὄγκῳ τετυφωμένα, πολλῷ δὲ καὶ τῷ τῆς ἀνατάσεως κόμπῳ τῷ 80 τε πεπλασμένῳ τύφῳ τῆς θεοφορίας ἐσχηματισμένα, καὶ διὰ τῆς ἀμφιβόλου φωνῆς τὸν πάντα σχεδὸν ἀπατῶντα λεών.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.