ᾧ πολὺ κρεῖττον ἦν τὸ μὴ ἀφραίνειν συλλογισαμένῳ ὅσοις ἄλλοις θανάτου γεγόνασιν αἴτιοι στάσεως τε καὶ πολέμων οἶ δεδηλωμένοι , σκέψασθαί τε τῶν πα- λαιῶν τὰς ἱστορίας, καὶ συνιδεῖν ὡς οὐδὲ τὸ τηνι- κάδε ἀρετῆς τι θεῖον ἔργον ἐνεδείξαντο, ὁπηνίκα
ἤνθει μὲν τὰ Ἑλληνικὰ, συνειστήκει δὲ τὰ πρὶν βοώμενα, νῦν δὲ μηκέτ’ ὄντα χρηστήρια, πάσης προ- νοίας καὶ σπουδῆς ἠξιωμένα πρὸς τῶν ἐπιχωρίων, τῶν δὴ πατρῴοις νόμοις τε καὶ μυστηρίοις σεβόντων τε αὐτὰ καὶ θεραπευόντων.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.