(ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν, καὶ διὰ πάντων διήκειν, καὶ τοῖς πᾶσιν ἐπιστατεῖν, ἀσωμάτως δὲ καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα, καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασὶ) τί δῆτα τοιγαροῦν
οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι, καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους, ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας, ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθα- 122
ρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς περιπλοκῆς ἀνυμνοῦσι;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.